Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.253
Not analysed yet
Τὸ δὲ σῆναν τοὺς ἀπὸ τῶν αἱρέσεων εἰς τὸ ἕτερον εἰπεῖν τὸν δίκαιον τοῦ ἀγαθοῦ, μὴ τρανωθὲν δὲ παρ’ αὐτοῖς, οἰηθεῖσι δίκαιον —μὲν εἶναι τὸν δημιουργόν, ἀγαθὸν δὲ τὸν τοῦ χριστοῦ πατέρα, οἶμαι μετ᾿ ἐξετάσεως ἀκριβῶς βασανισθὲν δύνασθαι λέγεσθαι ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ· τοῦ μὲν υἱοῦ τυγχάνοντος δικαιοσύνης, ὃς ἔλαβεν ἐξουσίαν κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστὶ καὶ κρινεῖ τὴν οἱκουμένην ἐν δικαιοσύνῃ· τοῦ δὲ πατρὸς τοὺς ἐν τῇ δικαιοσύνῃ τοῦ υἱοῦ παιδευθέντας μετὰ τὴν Χριστοῦ βασιλείαν εὐεργετοῦντος, τὴν »ἀγαθὸς« προσηγορίαν ἔργοις δείξοντος, ὅταν γένηται ὁ θεὸς τὰ πάντα ἐν »πᾶσιν. «