Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.270
Not analysed yet
ὡς τοῦ αὐτοῦ ὄντος Χριστοῦ καὶ ῥήματος τοῦ ζητουμένου. ἀλλὰ καὶ ὅτε αὐτός φησιν ὁ κύριος· »Εἰ μὴ ἠλθον καὶ ἐλάλησα αὐτοῖς, »ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρ- »τίας αὐτῶν«, οὐκ ἄλλο νοητέον ἢ ὅτι ὁ λόγος φησίν, οἷς οὐδέπω· συμπεπλήρωται μὴ εἶναι ἁμαρτίαν, τούτους δὲ ἐνόχους αὐτῆς τυγχάνειν, οἳ ἂν μετεσχηκότες ἤδη αὐτοῦ πράττωσι παρὰ τὰς ἐννοίας τὰς ἐξ ὧν οὗτος ἐν ἡμῖν συμπληροῦται, καὶ μόνως οὕτως ἀληθὲς τὸ »Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν. «