Ancient Greek
1.285 to 1.287
Origen, Commentarii in Evangelium Joannis 1.285-287
Not analysed yet
πῶς γάρ, εἰ ὁ πατὴρ ταῦτ’ ἔλεγεν, ἐπεφέρετο τῷ »Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου «τὸ »Διὰ τοῦτο εὐλόγηςέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα« καὶ μετ’ ὀλίγα «Διὰ »τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς »μετόχους σου«; ἀνθυπενέγκοι δέ τις βουλόμενος ἐκ τοῦ πατρὸς τὰ ἐν τῷ ψαλμῷ ἀπαγγέλλεσθαι τὸ »Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ »κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ »πατρός σου«· οὐ γὰρ ὁ προφήτης πρὸς τὴν ἐκκληςίαν ἐρεῖ τὸ »Ἄκουσον, θύγατερ«. οὐ χαλεπὸν δὲ δεῖξαι καὶ ἀπὸ ἑτέρων ψαλμῶν, ὅτι προςσώπων γίνονται ἐπὶ πλεῖον ἐναλλαγαί, ὥστε καὶ ἐνθάδε δύνασθαι ἀπὸ τοῦ »Ἄκουσον, θύγατερ« τὸν πατέρα λέγειν.