Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.38
Not analysed yet
ὥσπερ δὲ πρὸ τῆς ἐμφανοῦς καὶ κατὰ σῶμα ἐπιδημίας ἐπεδήμησε τοῖς τελείοις, οὕτω καὶ μετὰ τὴν κεκηρυγμένην παρουσίαν τοῖς ἔτι νηπίοις, ἅτε »ὑπὸ ἐπιτρόπους‘ τυγχάνουσι »καὶ οἰκονόμους« καὶ μηδέπω ἐπὶ τὸ πλήρωμα τοῦ χρόνου ἐφθακόσιν· οἱς οἱ πρόδρομοι Χριστοῦ ἐπιδεδημήκασι, παισὶ ψυχαῖς ἁρμόζοντες λόγοι, εὐλόγως ἂν κληθέντες »παιδαγωγοί«· αὐτὸς δὲ ὁ υἱὸς ὁ δεδοξασμένος θεὸς λόγος« οὐδέπω, περιμένων τὴν δέουσαν γενέσθαι προπαρασκευὴν τοῖς μέλλουσι χωρεῖν αὐτοῦ τὴν θεότητα ἀνθρώποις θεοῦ.