Ancient Greek
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.40
Not analysed yet
ὃ δέ φησιν Ἰωάννης »εὐαγγέλιον αἰώνιον«, οἰκείως ἂν λεχθησόμενον πνευματικόν, σαφῶς παρίστησι τοῖς νοοῦσιν »τὰ πάντα ἐνώπιον« περὶ αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τὰ παριστάμενα μυστήρια ὑπὸ τῶν λόγων αὐτοῦ τά τε πράγματα, ὧν αἰνίγματα ἠσαν αἱ πράξεις αὐτοῦ. τούτοις δὲ ἀκόλουθόν ἐστιν ἐκλαμβάνειν ὅτι ὃν τρόπον ἐν φανερῷ Ἰουδαῖός τίς ἐστι καὶ περ *****καὶ ἄλλη ἐν κρυπτῷ, οὕτω χριστιανὸς καὶ βάπτισμα.