Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.42
Not analysed yet
καὶ ὥσπερ οὔκ ἐστιν ὠφελῆσαι δυνατὸν Παῦλον τοὺς κατὰ σάρκα Ἰουδαίους, ἐὰν μή, ὅτε ὁ λόγος αἱρεῖ, περιτέμῃ τὸν Τιμόθεον, καί, ὅτε εὔλογόν ἐστι, ξυράμενον καὶ προσφορὰν ποιήσαντα καὶ ἁπαξαπῶς τοῖς Ἰουδαίοις Ἰουδαῖον γενόμενον, ἵνα τοὺς Ἰουδαίους κερδήσῃ, οὕτως τὸν ἐκκείμενον εἰς πολ- λῶν ὠφέλειαν οὔκ ἐστι διὰ τοῦ ἐν κρυπτῷ χριστιανισμοῦ μόνον δυνατὸν τοὺς στοιχειουμένους ἐν τῷ φανερῷ χριστιανισμῷ βελτιῶσαι καὶ παροαγαγεῖν ἐπὶ τὰ κρείττονα καὶ ἀνωτέρω.