# Commentarii in Evangelium Joannis 1.43-47

Origen, Commentarii in Evangelium Joannis, 1.43 to 1.47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/1.43

διόπερ ἀναγκαῖον πνευματικῶς καὶ σωματικῶς χριστιανίζειν· καὶ ὅπου μὲν χρὴ τὸ σωματικὸν κηρύσσειν εὐαγγέλιον, φάσκοντα »μηδὲν εἰδέναι« ἐν σαρκίνοις »ἢ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«, τοῦτο ποιητέον· ἐπὰν δὲ εὑρεθῶσι κατηρτισμένοι τῷ πνεῦματι καὶ καρποφοροῦντες ἐν αὐτῷ ἐρῶντές τε τῆς οὐρανίου σοφίας, μεταδοτέον αὐτοῖς τοῦ λόγου ἐπανελθόντος ἀπὸ τοῦ σεσαρκῶσθαι ἐφ’ ὃ »ἠν έν ἀρχῇ πρὸς »τὸν θεόν«. Ταῦτα δὲ ἐξετάζοντες περὶ τοῦ εὐαγγελίου οὐ μάτην εἰρηκέναι ἡγούμεθα, οἱονεὶ αἰσθητὸν εὐαγγέλιον νοητοῦ καὶ πνευματικοῦ τῇ ἐπινοίᾳ διακρίνοντες. καὶ γὰρ νῦν πρόκειται τὸ αἰσθητὸν εὐαγγέλιον μεταλαβεῖν εἰς πνευματικόν· τίς γὰρ ἡ διήγησις τοῦ αἰσθη- τοῦ, εἰ μὴ μεταλαμβάνοιτο εἰς πνευματικόν; ἤτοι οὐδεμία ἢ ὀλίγη καὶ τῶν τυχόντων ἀπὸ τῆς λέζεως αὑτοὺς πεπεικότων λαμβάνειν τὰ δηλούμενα. ἀλλὰ πᾶς ἀγὼν ἡμῖν ἐνέστηκε πειρωμένοις εἰς τὰ βάθη τοῦ εὐαγγελικοῦ νοῦ φθάσαι καὶ ἐρευνῆσαι τὴν ἐν αὐτῷ γυμνὴν τύπων ἀλήθειαν. τῶν δὴ εὐαγγελιζομένων μένων ἐν ἀγαθῶν ἀπαγγελίᾳ νοουμένων, οἱ μὲν ἀπόστολοι τὸν Ἰησοῦν εὐαγγελίζονται· λέγονται μέντοι ὡς ἀγαθὸν καὶ τὴν ἀνάστασιν εὐαγγελίζεσθαι, καὶ αὐτήν πως οὐσαν Ἰησοῦν· Ἰησοῦς γάρ φησιν· »Ἐγώ εἰμι ἡ ἀνάστασις«· Ἰησοῦς δὲ τὰ τοῖς ἁγίοις ἀποκείμενα εὐαγγελίζεται τοῖς πτωχοῖς, παρακαλῶν αὐτοὺς ἐπὶ τὰς θείας ἐπαγγελίας.

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
