Ancient Greek · ~5 min
1.49 to 1.52
Origen, Commentarii in Evangelium Joannis 1.49-52
Not analysed yet
»Γνώσομαι οὐ τὸν »λόγον τῶν περυσιωμένων, ἀλλὰ τὴν δύναμιν· οὐ γὰρ ἐν λόγῳ ἡ »βασιλεία τοῦ θεοῦ ἀλλ’ ἐν δυνάμει« καὶ ἐν ἄλλοις· »Καὶ ὁ λόγος μου »καὶ τὸ κήρυγμά μου οὐκ έν πειθοῖς σοφίας λόγοις ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως«. ταύτῃ τῇ δυνάμει μαρτυροῦντες ὁ Σίμων καὶ ὁ Κλεόπας φασίν· »Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἠν ἐν τῇ ὁδῷ, »ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; «οἱ δὲ ἀπόστολοι, ἐπεὶ καὶ ποσότης ἐστὶ δυνάμεως ἐπιχορηγουμένης ὑπὸ θεοῦ διαφέρουσα τοῖς λέγουσιν, εἶχον κατὰ τὸ παρὰ τῷ Δαβὶδ λεγόμενον· »Κύριος δώσει ῥῆμα τοῖς »εὐαγγελιζομένοις δυνάμει πολλῇ«, πολλὴν δύναμιν), Ἡσαΐας δὲ φάσκων· »Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά«, τὸ ὡραῖον καὶ έν καιρῷ γινόμενον τῶν ἀποστόλων ὁδευόντων τὸν εἰπόντα· »Ἐγώ »εἰμι ἡ ὁδός« κήρυγμα νοήσας ἐπαινεῖ »πόδας« τοὺς διὰ τῆς νοητῆς ὁδοῦ Χριστοῦ Ἰησοῦ βαδίζοντας διά τε τῆς θέρας εἰσιόντας πρὸς τὸν θεόν. »ἀγαθὰ« δὲ εὐαγγελίζονται οὗτοι, ὧν ὧν εἰσιν οἱ πόδες, τὸν Ἰησοῦν. Καὶ μὴ θαυμάσῃ τις, εἰ πληθυντικῷ ὀνόματι τῷ τῶν ἀγαθῶν τὸν Ἰησοῦν ἐξειλήφαμεν εὐαγγελίζεσθαι. ἐκλαβόντες γὰρ τὰ πράγματα καθ’ ὧν τὰ ὀνόματα κεῖται, ἃ ὁ υἱὸς τοῦ θεοῦ ὀνομάζεται, συνήσομεν πῶς πολλὰ ἀγαθά ἐστιν ὁ Ἰησοῦς, ὃν εὐαγγελίζονται οὑτοι, ὧν ὡραῖοί εἰσιν οἱ πόδες. ἓν μὲν γὰρ ἀγαθὸν ζωή, Ἰησοῦς δὲ ζωή.