# Commentarii in Evangelium Joannis 1.69-75

Origen, Commentarii in Evangelium Joannis, 1.69 to 1.75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/1.69

ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου μέρος ἐστὶ τοῦ εὐαγγελίου εἰς κατηγορίαν τῶν πραζάντων τὰ εἰς Ἰησοῦν ἁμαρτανόμενα. ἡ γοῦν Ἰούδα προδοσία καὶ ἡ τοῦ ἀσεβοῦς λαοῦ καταβόησις φάσκοντος »Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον« καὶ »Σταύρου, σταύρου »αὐτὸν« καὶ οἱ ἐμπαιγμοὶ τῶν αὐτὸν τῇ ἀκάνθῃ στεφανωσάντων καὶ τὰ τούτοις παραπλήσια ἐγκατατέκται τοῖς εὐαγγελίοις. ἀκόλουθον δὲ τούτοις ἐστὶ νοῆσαι ὅτι πᾶς ὁ τῶν μαθητῶν Ἰησοῦ προδότης Ἰησοῦ προδότης εἶναι λελόγισται. πρὸς γοῦν τὸν ἔτι διώκοντα Σαῦλον εἶπεν· »Σαούλ, Σαούλ, τί με διώκεις«; καὶ »Ἐγώ εἰμι Ἰησοῦς, »ὅν σὺ διώκεις«. τίνες δὲ τὰς ἀκάνθας ἔχουσιν, αἷς τὸν Ἰησοῦν ἀτιμάζοντες στεφανοῦσιν; οἳ »ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡόονῶν »τοῦ βίου« συνπνιγόμενοι λαβόντες τὸν λόγον τοῦ θεοῦ »οὐ τελεσ- »φοροῦσιν«. διόπερ φυλακτέον μήποτε καὶ ἡμεῖς, ὡς ταῖς ἐδίαις ἀκάνθαις στεφανοῦντες τὸν Ἰησοῦν, ἀναγραφόμενοι τοιοῦτοι ἀναγινωσκώμεθα παρὰ τοῖς τὸν ἐν πᾶσι καὶ παρὰ πᾶσι λογικοῖς ἢ ἁγίοις Ἰησοῦν μανθάνουσι, τίνα τε τρόπον μύρῳ ἀλείφεται καὶ δειπνίζεται καὶ δοζάζεται ἢ ἐκ τῶν ἐναντίων ἀτιμάζεται καὶ ἐμποίςεται καὶ τύπτεται. ἀναγκαίως δὴ ταῦθ᾿ ἡμῖν εἴρηται δεικνύουσιν ὡς αἱ ἀγαθαὶ ἡμῶν πράξεις καὶ αἱ ἁμαρτίαι τῶν πταιόντων τῷ εὐαγγελίῳ ἐγκατατάσσονται ἤτοι »εἰς ζωὴν αἰώνιον ἢ εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην »αἰώνιον«. Εἰ δὲ ἐν ἀνθρώποις εἰσὶν οἱ τετιμημένοι διακονίᾳ τῇ τῶν εὐαγγελιστῶν καὶ αὐτὸς ὁ Ἱησοῦς εὐαγγελίζεται ἀγαθὰ καὶ πτωχοῖς εὐαγγελίζεται, οὐκ ἔδει τοὺς πεποιημένους ὑπὸ τοῦ θεοῦ »πνεύ- »ματα ἀγγέλους« καὶ τοὺς ὄντας »πυρὸς φλόγα«, »λειτουργοὺς« τοῦ τῶν ὅλων πατρός, ἐστερῆσθαι τοῦ καὶ αὐτοὺς εἶναι εὐαγγελιστάς;

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
