Ancient Greek · ~7 min
1.77 to 1.83
Origen, Commentarii in Evangelium Joannis 1.77-83
Not analysed yet
καὶ ταῦτα εἰπόντες ἀπέρχονται ἀπὸ τῶν ποιμένων εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καταλιπόντες ἡμῖν νοεῖν, πῶς ἡ εὐαγγελισθεῖσα ἡμῖν διὰ τῆς γενέσεως Χριστοῦ Ἰησοῦ »χαρὰ« »δόξα« ἐστὶν »ἐν ὑψίστοις θεῷ«, τῶν ταπεινωθέντων εἰς χοῦν ἐπιστρεφόντων »εἰς τὴν ἀνάπαυσιν« αὐτῶν καὶ »ἐν ὑψίστοις« διὰ Χριστοῦ μελλόντων δοξάζειν τὸν θεόν. ἀλλὰ καὶ θαυμάζουσιν οἱ ἄγγελοι τὴν ἐπὶ γῆς ἐσομένην διὰ Ἰησοῦν εἰρήνην, τοῦ πολεμικοῦ χωρίου, εἰς ὃ ἐκπεσὼν »ἐκ τοῦ οὐρανοῦ ὁ »ἑωσφόρος, ὁ πρωὶ· ἀνατέλλων« ὑπὸ Ἰησοῦ συντρίβεται. Πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο περὶ εὐαγγελίου ἰστέον, ὅτι πρώτως τῆς κεφαλῆς τοῦ ὅλου τῶν σωζομένων σώματος, Χριστοῦ Ἰησοῦ, ἐστὶ τὸ εὐαγγέλιον, ὥς φησιν ὁ Μάρκος· »Ἀρχὴ τοῦ εὐαγγε- »λίου Χριστοῦ Ἰησοῦ· «ἤδη δὲ καὶ τῶν ἀποστόλων τυγχάνει· διὸ λέγει ὁ Παῦλος· »Κατὰ τὸ εὐαγγέλιόν μου. «πλὴν ἡ ἀρχὴ τοῦ εὐαγγελίου ἔστι γὰρ αὐτοῦ μέγεθος ἀρχὴν καὶ τὰ ἑξῆς καὶ μέσα καὶ τέλη ἔχοντος) ἤτοι πᾶσά έστιν ἡ παλαιὰ διαθήκη, τύπου αὐτῆς ὄντος Ἰωάννου, ἢ διὰ τὴν συναφὴν τῆς καινῆς πρὸς τὴν παλαιὰν τὰ τέλη τῆς παλαιᾶς διὰ Ἰωάννου παριστάμεν. φησὶ γὰρ ὁ αὐτὸς Μάρκος· »Ἀρχὴ τοῦ »εὐαγγελίου Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται ἐν Ἡσαΐᾳ τῷ προφήτῃ· »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατα- »σκευάσει τὴν ὁδόν σου. φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε· »τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. «ὅθεν θαυμάζειν μοι ἔπεισι, πῶς δυσὶ θεοῖς προσάπτουσιν ἀμφοτέρας τὰς διαθήκας οἱ ἑτερόδοξοι, οὐκ ἔλαττον καὶ ἐκ τούτου τοῦ ῥητοῦ ἐλεγχόμενοι. πῶς γὰρ δύναται ἀρχὴ εἶναι τοῦ εὐαγγελίου, ὡς αὐτοὶ οἴονται, ἑτέρου τυγχάνων θεοῦ ὁ Ἰωάννης, ὁ τοῦ δημιουργοῦ ἄνθρωπος καὶ ἀγνοῶν, ὡς νομίζουσι, τὴν καινὴν θεότητα; Οὐ μίαν δὲ καὶ βραχεῖαν πιστεύονται διακονίαν εὐαγγελικὴν ἄγγελοι οὐδὲ μόνην τὴν πρὸς τοὺς ποιμένας γεγενημένην· ἀλλὰ γὰρ ἐπὶ τέλει μετέωρος καὶ ἱπτάμενος ἄγγελος εὐαγγέλιον ἔχων εὐαγγελιεῖται πᾶν ἔθνος, τοῦ ἀγαθοῦ πατρὸς οὐ πάντη καταλιπόντος τοὺς ἀποπεπτωκότας αὐτοῦ.