Ancient Greek · ~2 min
Book 1
Origen, Commentarii in Evangelium Joannis 1.91
Not analysed yet
ἡ μὲν γάρ τις ὡς μεταβάσεως, αὕτη δέ ἐστιν ἡ ὡς ὁδοῦ καὶ μήκους· ὅπερ δηλοῦται ἐκ τοῦ »Ἀρχὴ »ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια«. τῆς γὰρ »ἀγαθῆς ὁδοῦ« μεγίστης τυγχανούσης, κατὰ μὲν τὰ πρῶτα νοητέον εἶναι τὸ πρακτικόν, ὅπερ παρίσταται διὰ τοῦ »Ποιεῖν τὰ δίκαια« κατὰ δὲ τὰ ἑξῆς τὸ θεωρητικόν· εἰς ὃ καταλήγειν οἶμαι καὶ τὸ τέλος αὐτῆς ἐν τῇ λεγομένῃ ἀποκαταστάσει διὰ τὸ μηδένα καταλείπεσθαι τότε ἐχθρόν, εἴγε ἀληθὲς τὸ »δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς εχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· ἔσχατος δὲ ἐχθρὸς καταργεῖται ὁ θάνατος. «