# Commentarii in Evangelium Joannis 157-3-161

Origen, Commentarii in Evangelium Joannis, 157 to 161. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/157-3

πλὴν Ι ὡς διὰ ταῦτα »εἰσελ Η »θόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ὲσείοθη πᾶσα ἡ πόλις λέγουσα· »ἐστιν οὗτος;« οἱ ὄχλοι, δηλονότι οἱ προάγοντες καὶ ἀκολουθοῦντε. ἀπεκρίναντο τοῖς ἐρωτῶσιν. τίς εἴη, τὸ »Οὑτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ »ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράςοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς λαθέ »δρας τῶν πωλούντων τὰς περιστερός. καὶ λέγει αὐτοῖς· Γέγραπται· »Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ποιεῖτε »σπήλαιον λῃστῶν«. πευσόμεθα δὴ τῶν πέρα τῆς ἱστορίας μηδὲν οἰομένων προκεῖσθαι γράφοντι τῷ Ματθαίῳ τὸ εὐαγγέλιον, τί ἦν τὸ ἐπεῖγον πεμφθῆναι τῶν μαθητῶν δύο εἰς τὴν κατέναντι τῆς Βηθφαγῆς κώμην ὑΠὲρ τοῦ εὑρόντας αὐτοὺς δεδεμένην ὄνον καὶ πῶλον μετ αὐτῆς λῦσαι καὶ ἀγαγεῖν αὐτῷ; τί δὲ ἄξιον ἀναγραφῆς ἦν γενόμενον τῷ ἐπικαθεσθέντι ὄνῳ καὶ πώλῳ καὶ εἰσεληλυθότι εἰς τὴν πόλιν; τί δὲ μετὰ x003E; περὶ τοῦ χριστοῦ προφητεύων ὁ Ζαχαρίας φησί· »Χαῖρε »σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βα »σιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραΰς καὶ ἐπιβεβη »κὼς ἐπὶ ὑποζύγιον κοὶ πῶλον νέον;« εἰ γὰρ ἡ προφητεία αὕτη τὸ παρὰ τοῖς εὐαγγελισταῖς δηλούμενον σωματικὸν μόνον προλέγει, τὴν ἀκολουθίαν τῆς προφητείας σωςέτωσαν ἡμῖν οἱ ἐπὶ τοῦ γράμματος ἱστάμενοι οὕτως ἐ̓χουσαν· Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραϊμ καὶ »ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν , καὶ »πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξαι ὑδάτων ἕως θαλάσσης, »καὶ ποταμῶν διεκβολὰς γῆς« καὶ τὰ ἑξῆς.

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
