# Commentarii in Evangelium Joannis 188-2-194

Origen, Commentarii in Evangelium Joannis, 188 to 194. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/188-2

κατανόησον δὲ εἰ δύναται ἐπαινουμένη τυγχάνειν ἡ ὑδρία αὕτη πάντη ἀφιεμένη· »Ἀφῆκεν, γάρ φησι, τὴν ὑδρίον αὐτῆς ἡ γυνή«. οὐ γὰρ πρόσκειται, ὅτι ἀφῆκεν αὐτὴν παρὰ τῷ σωτῆpl. πῶς δὲ καὶ οὐκ ἀπίθανον καταλιποῦσαν αὐτὴν τὴν δεκτικὴν τῆς ζωῆς διάθεσιν καὶ τὴν ἔννοιαν τῆς δυνάμεως τῆς παρὰ τοῦ σωτῆρος καὶ τὸ σκεῦος, ἐν ᾡ ἐληλύθει λαβεῖν τὸ ζῶν ὕδωρ, ἀπεληλυθέναι εἰς τὸν κόσμον χωρὶς τούτων εὐαγγελίσασθαι τῇ κλήσει τὴν Χριστοῦ παρουσίαν; πῶς δὲ καὶ ἡ πνευματικὴ μετὰ τοσούτους λόγους οὐ πέπεισται σαφῶς περὶ τοῦ χριστοῦ, ἀλλά φησι· »Μήτι οὗτός ἐστιν ὁ χριστός«; καὶ τὸ »Ἐξῆλθον δὲ ἐκ τῆς πόλεως« διηγήσατο ἀντὶ τοῦ ἐκ τῆς προτέρας αὐτῶν ἀναστροφῆς οὔσης κοσμικῆς· καὶ ἤρχοντο διὰ τῆς πίστεως, φησί, πρὸς τὸν σωτῆρα. λεκτέον δὲ πρὸς αὐτόν, πῶς μένει παρ' αὐτοῖς τὰς δύο ἡμέρας; οὐ γὰρ τετήρηκεν, ὃ προπαρεθέμεθα ἡμεῖς περὶ τοῦ x003E; έν τῇ πόλει αὐτὸν ἀναγεγράφθαι μεμενηκέναι τὰς δύο ἡ ἡμέρας. 4, 31 Ἐν τᾷ μεταξὶ ἠρώτων αὐτόν οἱ μαθηταὶ Ῥαββεὶ φάγε. . Μετὰ τὴν περὶ τὸ ποτὸν οἰκονομίαν καὶ τὴν διδασκαλίαν τῆς διαφορᾶς τῶν ὑδάτων ἀκόλουθον ἦν καὶ τὰ περὶ τροφῆς ἀναγεγράφθαι. ἡ μὲν οὐν Σαμαρεῖτις αἰτουμένη πιεῖν διὰ τῶν ἐπαπορήσεων αὐτῆς οἱονεὶ * * δὲ διὰ τὸν αἰτήσαντα· οὔτε γὰρ εἶχεν δοῦναι τῷ Ἰησοῦ ἄξιον αὐτοῦ πόμα, εἰ κἀκεῖνος ἐν τῷ ἐκείνην αἰτηθεῖσαν ὀρέξαι ἐβούλετο εὐεργετῆσαι διὰ τούτου τὴν πιεῖν δεδωκυῖαν.

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
