# Commentarii in Evangelium Joannis 230-2-232

Origen, Commentarii in Evangelium Joannis, 230 to 232. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/230-2

ὥσπερ δὲ ἐκεῖνο τὸ αἰσθητὸν τοῦ Ἰησοῦ σῶμα ἐσταύρωται καὶ τέθαπται καὶ μετὰ τοῦτο ἐγήγερται, οὕτως τὸ ὅλον τῶν ἁγίων Χριστοῦ σῶμα Χριστῷ συνεσταύρωται καὶ νῦν οὐκέτι ςῇ· ἕκαστός γὰρ τῶν ὡς Παῦλος έν οὐδενὶ ἄλλῳ καυχᾶται ἢ »ἐν τῷ σταυρῷ τοῦ κυ ρίου ἡμῶν Χριστοῦ Ἰησοῦ«, δι' οὗ αὐτὸς κόσμῳ ἐσταύρωται καὶ κόσμος αὐτῷ. οὐ μόνον οὐν χριστῷ συνεσταύρωται καὶ κόσμῳ ἐσταύρωται, ἀλλὰ καὶ Χριστῷ συνθάπτεται· Συνετάφημεν, γάρ φησι, τώ »χριστῷ« ὁ Παῦλος. καὶ ὡσΠερεὶ ἴν τινι ἀρραβῶνι ἀναστάσεως γενόμενος λέγει τὸ »Συνανέστημεν αὐτῷ«· ἐΠεὶ ἐν καινότητι ςωῆς τινι περιπατεῖ, ὡς κατὰ τὴν ἐλπιζομένην μακαρίαν καὶ τελείαν ἀνάστασιν μηδέπω ἀναστάς. ἤτοι οὐν νῦν μὲν ἐσταύρωται, μετὰ δὲ ταῦτα θάπτεται, ἢ νῦν > θάπτεται καὶ] ἀρθεὶς ἀπὸ τοῦ σταυροῦ, ποτὲ δὲ, καθὸ νῦν πέμπται, ἀναστήσεται.

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
