# Commentarii in Evangelium Joannis 306-3-309

Origen, Commentarii in Evangelium Joannis, 306 to 309. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/306-3

σπέρμα δὲ ἦν ὁ πᾶς λόγος κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου καὶ νῦν φανερωθέντος διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτε τὸ φῶς τὸ ἀληθινὸν πεποίηκεν τὰς χώρας, ἐπιλάμψαν αὐταῖς, λευκὰς πρὸς θερισμὸν ἤδη. Κατά τοῦτον δὴ τὸν λόγον αἱ χῶραι, ἐν αἷς κατεβέβλητο τὰ σπέρματα, αἱ νομικαὶ καὶ προφητικαί εἰσιν γραφαί, αἵτινες οὐκ ἦσαν λευκαὶ τοῖς τὴν παρουσίαν τοῦ λόγου μὴ κεχωρηκόσιν, γίνονται δὲ τοιαῦται τοῖς μαθητευομένοις τώ υἱῷ τοῦ θεοῦ καὶ πειθομένοις λέγοντι· »Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη«. ὡς γνήσιοι τοίνυν καὶ ἡμεῖς Ἰησοῦ μαθηταὶ ἐπάρωμεν τοὺς ὀφθαλμοὺς καὶ τὰς χώρας τὰς ἐσπαρμένας ὑπὸ Μωϋσέως καὶ τῶν προφητῶν θεασώμεθα, ἕνα ἴδωμεν τὴν λευκότητα αὐτῶν καὶ τίνα τρόπον ἤδη θερίσαι ἔστιν αὐτῶν καὶ συνάγειν καρπὸν εἰς ζωὴν αἰώνιον, μετὰ τοῦ καὶ μισθὸν ἐλπίζειν ἀπὸ τοῦ κυρίου τῶν χωρῶν καὶ χορηγοῦ τῶν σπερμάτων. τὸ μὲν οὖν τὸν σπείροντα ὁμοῦ καὶ τὸν θερίζοντα χαίρειν, ὅτε »ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός« ἐν τῷ μέλλοντι αἰῶνι, πᾶς ὁστισοῦν ὁμολογήσει τῶν ἀνεγνωκότων· »Ὅτι πολλοὶ ἀπ' ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ ἱσαὰκ καὶ Ἰακὼβ ἐν τῇ

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
