# Commentarii in Evangelium Joannis 90-3-91

Origen, Commentarii in Evangelium Joannis, 90 to 91. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-evangelium-joannis/90-3

ἔτι μέντοι γε ὁμοίαν ψευδοδοξίαν τῇ ἐπὶ τοῦ νομίζομένου φρέατος εἰρημένῃ ἔχει ἡ Σαμαρεῖτις ταῦτα λέγουσα. ἐκεῖ τε γὰρ »Μὴ σύ«, φησί, »μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς δέδωκεν »ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ »θρέμματα αὐτοῦ;« ἐνθάδε δὲ τὸ »Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ »προσεκυνησαν«. Ὁ δὲ Ἡρακλέων εἰς τὰ αὐτὰ ῥήματα λέγει εὐσχημόνως ὡμολογηκέναι τὴν Σαμαρεῖτιν τὰ ὑπ' αὐτοῦ πρὸς αὐτὴν εἰρημένα· προφήτου γὰρ μόνου, φησίν, ἐστὶν εἰδέναι τὰ πάντα· ψευδόμενος ἑκατέρως· καὶ γὰρ οἱ ἄγγελοι τὰ τοιαῦτα δύνανται εἰδέναι καὶ ὁ προφήτης οὐ πάντα οἰδεν· »Ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν«, κἂν προφητεύωμεν ἢ γινώσκωμεν.

---

Origenes, Commentarii in Evangelium Joannis, ed. Erwin Preuschen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg005.local001/.
