# Commentarii in Genesim (fragmenta) 12.53

Origen, Commentarii in Genesim (fragmenta), Volume 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-genesim-fragmenta/12.53

σιν ἀνειληφέναι γενόμενος, πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. Οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς Θεὸν λέγεσθαι. Πυθοίμεθα δ' ἂν αὐτῶν τί ὁ Θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν' οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες, τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι, ἕτεροι δὲ ἀγρίων ζώων κατάστασιν εἰληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐτοὺς πεποιηκέναι, διὰ τὸ τὸν Θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν, ἀνδροφονίαις καὶ πειρατείαις. Καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις, καὶ ἁμαρτανομένων ὑπ' αὐτῶν μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν γενναίων προϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλήματος, τῷ Θεῷ προσγράφουσι πάντων τῶν κακῶς καὶ ψεκτῶς πραττομένων τὴν αἰτίαν; Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ Θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ δημιουργῷ πάντων τὰ τοιαῦτα προσάπτωσι, πρῶτον μὲν οὐδὲ ὡς βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος· πῶς γὰρ ὁ τοσούτων κατ' αὐτοὺς Πατὴρ, εὐλόγως χρηματίζοι δίκαιος; δεύτερον δὲ περὶ ἑαυτῶν τί ποτε φήσουσιν, ἐξεταστέον· πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων, ἢ ἠλευθέρωνται, καὶ ἐν τῷ βίῳ τυγχάνοντες, οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν; Εἰ μὲν γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχαρίσατο, καὶ ὁ δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου Θεοῦ, ὅπερ οὐ βούλονται· εἰ δὲ ἀποκρινοῦνται, ὅτι ἔξω τῶν νόμων τυγχάνουσι τοῦ δημιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν

---

Origenes Theol., Commentarii in Genesim (fragmenta). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg047.local001/.
