# Commentarii in Genesim (fragmenta) 12.64

Origen, Commentarii in Genesim (fragmenta), Volume 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-genesim-fragmenta/12.64

καὶ ἀδύνατόν ἐστιν ἄλλο τι πρᾶξαι αὐτὸν ἣ ὅπερ ὁ Θεὸς ἔγνω. Εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους. Ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρχονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα· εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ τὸν Θεὸν τὰ μέλλοντα προεγνωκέναι τὸ μὴ δύνασθαι τὰ ἐφ' ἡμῖν σώζεσθαι. Πρὸς οὓς λεκτέον, ὅτι, ἐπιβάλλων ὁ Θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιίας, οὐδενὸς ἀναιτίως γινομένου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων, ὁρῶν, ὅτι, ἐπεὶ τόδε γέγονε, τόδε ἕπεται· ἐὰν δὲ γένηται τόδε τὸ ἑπόμενον, τόδε ἀκολουθεῖ, οὗ ὑποστάντος, τόδε ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς, οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων. Ὥσπερ γὰρ εἴ τις ὁρῶν τινα διὰ μὲν ἀμαθίαν προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς, καὶ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γίνεται· οὕτω νοητέον τὸν Θεὸν προεωρακότα, ὁποῖος ἔσται ἕκαστος, καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐτὸν ἔσεσθαι καθορᾷν, καὶ ὅτι ἁμαρτήσεται τάδε, ἢ κατορθώσει τάδε· καὶ εἰ χρὴ λέγειν, οὐ τὴν πρόγνωσιν αἰτίαν γινομένων, (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου ἁμαρτησομένου ὁ

---

Origenes Theol., Commentarii in Genesim (fragmenta). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg047.local001/.
