# Commentarii in Genesim (fragmenta) 12.65

Origen, Commentarii in Genesim (fragmenta), Volume 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-genesim-fragmenta/12.65

Θεὸς, ὅταν ἁμαρτάνῃ·) ἀλλὰ παραδοξότερον μὲν, ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. Οὐ γὰρ ἐπεὶ ἔγνωσται, γίνεται, ἀλλ' ἐπεὶ γίνεσθαι ἔμελλεν, ἔγνωσται. Διαστολῆς δὲ δεῖται. Εἰ μὲν γὰρ τὸ, πάντως ἔσται. οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. Ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσὶ, παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. Οὐκ ἂν δὲ ψόγος αὐτῷ προσήπτετο, εἰ ἐπάναγκες προδότης ἦν, καὶ μὴ ἐνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις γενέσθαι. Ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται, δι' ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων· «Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ, ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ.» Εἰ δέ τις διηγήσεται τὸ, πάντως ἔσται, κατὰ τὸ σημαίνειν αὐτὸ, λέγων, ὅτι ἔσται μὲν τάδε τινὰ, ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγχωροῦμεν. Τὸν μὲν γὰρ Θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι· ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι, καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ γενέσθαι. Σαφέστερον δὲ τοῦτο ἐροῦμεν οὕτως· Εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν Θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα, ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ. Εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸ Θεὸν φρονῆσαι περὶ αὐτοῦ, ὅτι προδότης ἔσται. Εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ Θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προειρημένων δύο, ἐνδεχομένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων, προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὗ ἡ γνῶσις, ἐνδέχεται καὶ ἑτέρως γενέσθαι. Καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ Θεοῦ, ὅτι Ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα, ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ Θεὸς εἴποι ἂν, Οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω

---

Origenes Theol., Commentarii in Genesim (fragmenta). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg047.local001/.
