# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 132

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/132

οὐ μόνον ἐνταῦθα ἀλλὰ καὶ εἴ που ἀλλαχοῦ μέμ[νη]νται οἱ Ἰησοῦ Χριστοῦ διάκονοι τῆς καινῆς διαθήκης ῥητῶν νομικῶν ἢ προφ[η]τικῶν ἐπιμελῶς προσέχειν ποῦ γέγραπται ἃ παρατίθενται, καὶ εἰ αὐ[τα]ῖς ‖ λέξεσι χρῶνται τοῖς γεγραμμένοις ἢ ἐσθότε μετα[ποιήσαντες αὐτά]. <Τὸ οὖν> ›Οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεὸν› αὐταῖς λέξεσιν οὐχ εὕρομέν που γεγραμμένον, ἀλλὰ νομίζομεν ἀπὸ τοῦ τρισκαιδεκάτου ψαλμοῦ καὶ τοῦ πεντηκοστοῦ δευτέρου μεταπεποιῆσθαι ὑπὸ τοῦ ἀποστόλου τὰ ῥητά. Ἐν μὲν γὰρ τῷ τρισκαιδεκάτῳ ψαλμῷ εἴρηται· ‹Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν | ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν Θεόν›, ἐν δὲ τῷ πεντηκοστῷ δευτέρῳ ‹Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν τὸν Θεόν›. Ἔοικεν οὖν νενομικέναι ἰσοδυναμεῖν τὸ «τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν Θεὸν» τῷ «οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν». Καὶ τὸ ‹Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς› νομίζω γεγονέναι ἐκ τοῦ ‹Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός›· ὥστε ὅσον ἐπὶ τῇ δυνάμει δὶς αὐτὸν τεθεικέναι, | ἅπαξ μὲν μεταποιήσαντα, ἅπαξ δὲ λέξεσιν ταῖς αὐταῖς χρησάμενον καὶ παραλιπόντα τὸ δεύτερον εἰρημένον «οὐκ ἔστιν» *** Με[τὰ] τοῦτο τίθης[ι]ν τὸ ‹Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν› ὥσπερ και... † ωσυνπεριφερομαι με.[....].ι̣ω̣μ̣ε̣ν̣ω̣ ἀπό τινος τῶν ψαλμῶν· τὸ δὲ ἐπὶ τούτοις ‹Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει› ἔοικεν γεγονέναι ἀπὸ

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
