# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 136

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 136. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/136

ἂν πῶς γεγόνασιν ὑπὸ ἁμαρτίαν, λέγοντος Παύλου· ‹Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου›. Ἀλλὰ πρὸς τοῦτο φήσομεν ἀλλα ‖ ..οσ. [...........].σ̣περ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποι[ο]ῦσι[ν καὶ ἐνδείκνυ]νται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν *** τ̣ὸ̣ν̣ φ̣ύσε̣[ι νό]μον τοῦτον εἶναι τὸν τοῦ Θεοῦ νόμον, τὸν δὲ κατὰ τὰς πόλεις γραπτὸν μὴ εἶναι φύσει ἀλλὰ θέσει νόμον καὶ μάλιστα [ὅ]τ̣ε ἔ[ν] τισιν ἐναντιοῦται | τῷ τῆς φύσεως νόμῳ *** εἴπερ τὸν Μωσέως νόμ[ον] ὑπολαμβάνεται εἶναι περὶ οὗ τῷ Παύλῳ ἐστὶν ὁ λόγος, δηλονότι ἡ ἁμαρτία οὐκ ἐλλογηθήσεται πρὸ Μωσέως οὔτε τῷ Κάϊν ἀδελφοκτονήσαντι, οὔτε τοῖς διὰ τὰ ἁμαρτήματα τὸν κατακλυσμὸν πεπονθόσιν ἀλλ' οὔτε [τοῖ]ς ἐν Σοδόμοις πονηροῖς καὶ ἁμαρτωλοῖς σφόδρα ἐνώπιον τοῦ Θεοῦ [καταλ]ελογισμέ[νο]ις | καὶ διὰ τα[ῦ]τα καταδικασθεῖσιν πυρὶ καὶ θεί[ῳ κατ]ὰ [τὰ] ἀ̣ναγεγραμμένα *** Καὶ Ἑλλήνων δέ τινες οὐ κακῶς .[. ἀπε]φ̣ήναντο ὅτι ἀναγκαῖόν ἐστιν ἐν τῷ λογικῷ καὶ θνητῷ γένει ἅμ[α τῇ συμ]πληρώσει τοῦ λόγου πρότερον ὑποστῆναι τὴν κακίαν, εἶτα χρό̣[νῳ ἐξ ἐ]πιμελείας καὶ προσοχῆς ταύτην μὲν ἀνασκευάζεσθαι, τὴν δὲ ἀ̣ρ[ετὴ]ν ὑφίστασθαι *** |

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
