# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 140

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 140. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/140

Τάχα μὲν οὖν πάντες ἐξέκλιναν ὅτε πορευόμενοι ‖ ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν καὶ ἐποίη[ς]αν ἃ αἴτια τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, οὐκ ἀπὸ σκοποῦ δ' ἂν εἴη τὸ «ἐξέκλιναν» λαμβάνειν διὰ τὴν κακίαν οὖσαν παρὰ φύσιν *** οἱ ποιήσαντες μόνα τὰ διαταχθέντα δοῦλοι ἀχρεῖοί εἰσιν, ἐπεὶ ἅμα καὶ τότε ἠ|χρεώθημεν· καὶ μήποτε οὐκ ἔστιν καύχημα τὸ ‹<Ὃ> ὠφείλομεν ποιῆσαι πεποιήκαμεν›. Ὁ γοῦν κατὰ τὸ εὐαγγέλιον λαβὼν τὸ τάλαντον μετὰ τοῦ συνδούλου ἑαυτοῦ τοῦ εἰληφότος πέντε τάλαντα ὃ μὲν ὤφειλεν ἀποδοῦναι ἔδωκεν λέγων τῷ κυρίῳ· ‹Ἴδε ἔχεις τὸ σόν›, οὐδὲν ἧττον ἀποδοὺς ὃ ὤφειλεν, ἀχρεῖος ὑπὸ τοῦ κυρίου λέγεται εἶναι δοῦλος φάσκοντος· ‹Καὶ | τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον καὶ ἔσται ὁ κλαυθμ[ὸς καὶ ὁ] βρυγμὸς τῶν ὀδόντων›. Οὐκοῦν πάντες ἐξέκλιναν καὶ ἅ[μα ἠχρ]εώθησαν *** ὁ Σωτὴρ πρὸς τὸν εἰπόντα ‹Τί ἀγαθὸν ποιήσω ἵν[α ζωὴν] αἰώνιον κληρονομήσω›; εἶπεν· ‹Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Ε̣[ἷ]σ̣ ἐστιν ἀγαθός, ὁ Θεός› *** ταὐτὸν εἶναι χρηστότη|τα ἀγαθότητι τετηρήκαμεν ἐν τῷ ‹Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ <ἔλεος> αὐτοῦ›, παρὰ τοῖς λοιποῖς ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τό *** Καὶ εἴ τίς γε ἐπιστήσαι ἑκάστῳ τῶν ἀνθρώπων καὶ τῷ νομιζομένῳ εἶναι δικαιοτάτῳ, οὐκ ἂν αὐτὸν ταχέως εὕροι καθαρὸν ἀπὸ παντὸς δόλου *** Ξίφη οὖν εἰσιν οἱ πόδες ὀξέα τῶν ἐκχεόντων αἷμα, ὥς|περ ἐκ τοῦ ἐναντίου ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά· πόδες δὲ

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
