# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 144

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 144. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/144

Εἴπερ νόμον ἐνθάδε νομίζομεν μόνον λέγεσθαι τὸν Μωσέως, ἀπροσλογώτατα ἂν φάσκοι ὁ ἀπόστολος τὸ διὰ τοῦτο τοῖς ἐν τῷ νόμῳ λαλεῖν τὸν νόμον ὅσα λέγει ἵνα μηδεὶς ἀνθρώπων τόπον ἀπολογίας ἔχῃ περὶ τῶν ἑαυτοῦ ἁμαρτημάτων· τοιοῦτον γάρ ἐστιν | τὸ ‹Ἵνα πᾶν στόμα φραγῇ›. Τί <γὰρ> κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μωσέως νόμου; Πῶς δὲ καὶ ἡ τῆς ἁμαρτίας ἐπίγνωσις διὰ τοῦ Μωσέως νόμου γίνεται, πολλῶν καὶ πρὸ Μωσέως ἐπεγνωκότων τὰ ἴδια ἁμαρτήματα; Κάϊν μὲν γάρ φησιν· ‹Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με›. Οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πατριάρχαι λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς αὐτοὺς λόγοις τὸ ‹Ἐν ἁμαρτί|ᾳ ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ›· ἀλλὰ καὶ εἴπερ ὁ Ἰὼβ δείκνυται πρὸ Μωσέως γεγονέναι, φησίν. ‹Εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου› καὶ τὰ ἑξῆς. Δοκεῖ δή μοι μετρίως ἐκ τούτων ἀποδεδεῖχθαι «νόμον» νῦν τῷ ἀποστόλῳ μὴ τὸν Μωσέως λέγεσθαι· εἰ δὲ μὴ ἐκεῖνός ἐστιν περὶ οὗ νῦν διαλαμβάνει, τίς ἂν ἄλλος εἴη περὶ οὗ ταῦτα διδάσκει ἢ ὁ φύσει νόμος, ὁ καὶ γραπτὸς ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις; Τίνες δ' ἂν εἶεν οἱ ἐν τῷ νόμῳ ἢ πᾶς ὁ συμπληρώσας τὸν λόγον ἄνθρωπος; Οὐκ εἰσὶ γὰρ ἐν τῷ νόμῳ οἱ ἔτι ζῶντες χωρὶς νόμου, ὁποῖος ἦν καὶ Παῦλός ποτε *** Ἀπολογί|ας γὰρ τόπος οὐδενὶ καταλείπεται

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
