# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 154

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 154. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/154

Ἕτερον δὲ παρὰ τὸ ‹Οὐδὲν κρυπτὸν οὐ φανερωθήσεταί› ἐστιν τὸ ‹Κεκαλυμμένον ὃ οὐκ ἀποκα|λυφθήσεται›, ὥστε κρυπτὸν μὲν τὸ κρεῖττον ὠνομάσθαι, κεκαλυμμένον δὲ τὸ χεῖρον, εἴπερ πᾶν τὸ φανερούμενον φῶς ἐστιν. Εἰ δὲ μὴ τοιοῦτόν τι νοήσαιμεν περὶ τὸν τόπον, δόξει ταὐτολογία εἶναι *** πρῶτον τὸ τῶν δικαίων κρυπτὸν φανερὸν γενήσεται, εἶτα μετὰ τοῦτο τὸ κεκαλυμμένον καὶ δόλιον τῶν ἐναντίων ἀποκαλυφθήσεται καὶ οἱονεὶ ἐλεγχθήσεται *** καὶ πιστεύοντάς | γε Ἰησοῦ Χριστῷ ἢ πίστιν χωροῦντας ἣν Ἰησοῦς Χριστὸς αὐτοῖς ἐνεποίησεν εἰς τὸν Πατέρα *** δικαιοῖ τοὺς πιστεύοντας οὐ κατὰ μισθὸν ὀφειλόμενον· τ̣[ί γ]ὰρ πέπρακται καὶ κατώρθωται Ἰουδαίων τινὶ ἢ Ἕλληνι ἄξιον τοῦ τ[ὸν πρά]ξαντα δικαιωθῆναι; *** ἐφίστημι μήποτε οὕτω δύναται καὶ ὁ Σολομ[ῶν ἐν] ταῖς Παροιμίαις εἰρηκέναι τὸ ‹Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτο[ς›· ὡς γ]ὰρ ψυχῆς πλοῦτος | ἴδιος ἡ σοφία τοῦ Θεοῦ καὶ ἡ δικαιοσύνη καὶ εἰρήνη καὶ [λόγο]ς καὶ αἱ λοιπαὶ ἀρεταί, ἴσον δύναται τὸ ‹Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος› τῷ «Λύτρον ἀνδρὸς ψυχῆς ἡ ἀρετή», καὶ τῷ «Λύτρον ἀνδρὸς

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
