# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 156

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 156. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/156

ψυχῆς Ἰησοῦς Χριστὸς ὅς ἐστιν Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καὶ τὰ λοιπά» *** [Rom. 3, 25—26] Τοῦτον τοίνυν ἱλασμὸν ποιησόμενον περὶ τῶν ἡμαρτηκότων ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπὶ τὸ | ἀθετηθῆναι τὴν τῶν ἁμαρτημάτων φύσιν πάλαι προέθετο ὁ Θεὸς ἐσόμενον ἱλαστήριον συγχρησομένῳ εἰς τὸν περὶ τῶν δεομένων ἱλασμοῦ ἱλασμὸν τῇ πίστει τῶν ἐν τῷ ἱλασμῷ ἐσομένων *** πρότερον οὐδέπω ποιῶν τὸ ἔργον τοῦ εἶναι ἱλαστήριον· περιέμενεν γὰρ τὸν νῦν καιρὸν ἵνα μὴ τάχιον γινόμενος ἱλαστήριον ὁ τηλικοῦτος ὑπὲρ ὀλιγωτέρων | γένηται ἱλαστήριον *** καὶ γέγονεν τότε τοῦ ἱλαστηρίου ἔργον καὶ τῆς τοῦ Θεοῦ δικαιοσύνης ἔνδειξις, δεηθέντων τῶν πραγμάτων τῆς ἀπ' ἀμφοτέρων ὠφελείας μετὰ τὸ πειραθῆναι μυρίων ὅσων προγενομένων ἁμαρτημάτων κατὰ πάρεσιν † αριθμων *** Ὁμολογουμένως δὲ πολλαχοῦ ἃ φέρει ὁ ἀπόστολος νοήματα ἀπὸ τῶν θησαυρῶν φέρει νόμου | καὶ προφητῶν *** καὶ ἔοικέν γε τὸ <ἐν> Ἐξόδῳ ἱλαστήριον

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
