# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 158

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 158. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/158

ἀναφέρειν οὐκ ἐπ' ἄλλον τινὰ ἢ τὸν Σωτῆρα· τοῦτον γὰρ προέθετο ὁ Θεὸς ἱλαστήριον *** χρυσίον δὲ καθαρὸν πολλαχοῦ τηρήσας συμβολικῶς λέγεσθαι τὸν καθαρὸν καὶ ἀμιγῆ πρὸς ὕλην νοῦν· τοιοῦτον δέ ἐστιν ἡμῶν τὸ ἱλαστήριον τὸ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸς Λόγος ἢ τάχα μᾶλλον ἡ τοῦ Ἰησοῦ ψυχή, ἐπεὶ ἁμαρ|τίαν οὐκ ἐποίησεν οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ οὐδὲ ἔγνω ἁμαρτίαν *** ‖ Φησὶν γάρ· ‹Ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί̣ [τ]ὸ μῆκος καὶ πλάτος καὶ βάθος καὶ ὕψος›· μεγάλης οὖν νοητικῆς, ἵν' οὕτως ὀνομάσω, εὐτονίας καὶ ἰσχύος χρεία ἵν' ἐξισχύσωμεν καταλαβέσθαι μῆκος μὲν καὶ πλάτος τοῦ ἱλαστηρίου, μῆκος δὲ καὶ πλά|τος καὶ βάθος τῶν στερεῶν οἷον τῆς κιβωτοῦ καὶ τῆς τραπέζης, μῆκος δὲ καὶ πλάτος καὶ βάθος καὶ ὕψος τῶν προσειληφότων τῇ οἷον σωματικῇ στερεότητι τὸ ὕψος τῆς νοητῆς φύσεως *** ἑρμηνεία Χερουβεὶν ἐπίγνωσις πεπληθυσμένη, τορευτὰ δὲ ταῦτά ἐστιν τὰ Χερουβεὶν πρὸς παράστασιν, ἀπὸ τῆς τορεύσεως καὶ ἀκριβείας, τῆς | θειότητος *** Τίς οὖν ἂν εἴη ἡ κιβωτὸς ἡ ὑποκειμένη τῷ ἱλαστηρίῳ καὶ τοῖς Χερ[ουβεὶν] ἤ, ὡς οἶμαι, ἱεραὶ καὶ μακάριαι καὶ χωρητικαὶ τῆς τε τοῦ Μονογ[ενοῦς] καὶ τοῦ Ἁγίου Πνεύματος θειότητος δυνάμεις σώμασιν

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
