# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 160

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 160. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/160

οἰκεῖαι .[.....]μ̣εναι καὶ τῆς κεχωρηκυίας ἀμφότερα τὰ Χερουβεὶν Ἰησοῦ ψυχ[ῆς οὔς]η̣ς ἱλαστηρίου καὶ ὑπερκειμένης τὰ τροπικῶς | λεγόμενα κιβωτόν *** Πρὸς δὲ τὸ ἀνὰ μέσον τῶν δύο Χερουβεὶν γινώσκεσθαι τὸν χρηματίζοντα παραλήμψει ῥητὸν ἀπὸ τοῦ Ἀμβακοὺν οὕτως ἔχον· ‹Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ› *** καὶ ἁρμόζει γε τὸ | ‹Ὃν προέθετο› τῇ τοῦ Ἰησοῦ μᾶλλον ψυχῇ ἢ τῷ Μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως· προτίθεται μὲν γὰρ ὁ Θεὸς τὰ μηδέπω ἐνεστηκότα, ἔθετο δὲ ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους (οὐ προέθετο· ἤδη γὰρ ἦσαν), δεύτερον προφήτας, τρίτον διδασκάλους καὶ τὰ ἑξῆς *** Δίκαιον δὲ παραθέσθαι τοὺς μετὰ αἵματος γενομένους κατὰ τὸν νόμον ἱλασμούς, ἵν' εὑρεθῇ ἐκ τῶν παρατιθεμένων καὶ ὧν ἐστι σύμβολα τὰ γεγραμμένα. Γέγραπται τοίνυν μετὰ τὴν τοῦ ἀρχιερέως θυσίαν ἐν τῷ Λευιτικῷ· ‹Ἐὰν δὲ πᾶσα συναγωγὴ ἀγνοήσῃ καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἁπασῶν τῶν ἐντολῶν Κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς ἁμαρτίας›· εἶτα μετ' ὀλίγα ‹Καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου›· καὶ πάλιν μετ' ὀλίγα

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
