# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 162

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 162. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/162

›Καὶ ποιήσει, φησί, τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τῆς ἁμαρτίας· οὕτως ποιηθήσεται αὐτῷ καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτοῖς›. Οὐκοῦν αἵματι ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης τῆς συναγωγῆς ἵνα | ἀφεθῇ αὐτοῖς *** ἐν αὐτῷ ἐστιν καὶ τὸ ἱλαστήριον καὶ ἀρχιερεὺς καὶ τὸ θυόμενον ὑπὲρ τοῦ λαοῦ *** ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ ἑαυτοῦ αἵματι, ἱλαστήριον δὲ διὰ τὴν πάρεσιν τῶν γεγονότων ἁμαρτημάτων, ἵνα πάρεσις γένηται τῶν προγεγονότων ἁμαρτημάτων, τουτέστιν συγχώρησις | καὶ ἄφεσις, τοῖς πιστεύουσιν *** ἐκ γὰρ τῶν παρακειμένων λέξεων τοῦ τε πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυμίας καὶ ἡ μεταξὺ αὐτῶν ὀνομασθεῖσα ἀνοχὴ ‖ ....αινει παρὰ τὸ ἀνέχεσθαι πεποιημένη *** καὶ δικαιῶν τὸν ἐκ πίστεως, τουτέστιν τὸν πιστεύοντα εἰς Ἰησοῦν καὶ διὰ Ἰησοῦ τῷ Θεῷ, καὶ οὐκ ἄ[το]π̣όν γε προλαβόντας εἰς τὸ «δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ» εἰπεῖν [ὅτι] ὥσπερ Ἀβραὰμ ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαι|[οσύ]νην, οὕτως τοῖς πιστεύσασιν εἰς τὸν Ἰησοῦν ἢ εἰς τὸν Θεὸν διὰ τοῦ Ἰησοῦ λο[γίζ]εται ὁ Θεὸς τὴν πίστιν εἰς δικαιοσύνην, καὶ οὕτω δικαιοῖ τὸν ἐκ π[ίς]τεως Ἰησοῦ *** εἰ μὴ ἄρα ἡ μὲν οὐσία αὐτοῦ ἱλαστήριον, ἡ δὲ ἐνέργεια ἱλασμός *** | τούτων δὲ τὴν τάξιν οἶμαι αἰνίττεσθ[αι] τὸ Λευιτικόν, πρῶτον μὲν νομοθετοῦν περὶ δώρων, δεύτερον δὲ περὶ θυσιῶν σωτηρίου καὶ τρίτον περὶ ψυχῆς ἁμαρτούσης ἀκουσίως *** [Rom. 3, 27—28] πρώτους ἐκείνους πεπιστεῦσθαι τὰ λόγια τοῦ Θεοῦ καὶ ὅσον ἐπὶ τούτῳ τὸ κατὰ τῶν ἐθνῶν ἰουδαικὸν καύχημα

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
