# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 168

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 168. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/168

τῆς σωφροσύνης τυγχάνουσαν. Καὶ τίς ἀναγινώσκων τὸ ‹Ὃς ἂν ἐμβλέπῃ γυναικὶ πρ› *** Τίς δ' οὕτως δυνατὸς ὥστε μὴ ἄν ποτε τὸ μὴ σοφὸν σοφὸν νομίσαι μηδὲ τὸ σοφὸν οὐ σοφόν; | Τὸ δ' ἀνάλογον νοήσας περὶ τῶν λοιπῶν ἀρετῶν ὄψει πῶς πᾶσα καύχησις ἐξεκλείσθη ἀπὸ τοῦ γένους τῶν ἀνθρώπων καὶ ἀληθῶς πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι *** τὸ ‹Ποῦ οὖν ἡ καύχησις;› καὶ ἀποκεκρίσθαι πρὸς τὸ πύσμα αὐτὸν ἑαυτῷ λέγοντα· ‹Ἐξεκλείσθη› *** διὸ τάχα ἐπι|φέρεται· ‹ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν;› Ὁ γὰρ τοῦ Θεοῦ νόμος, ὁ τοῦ νόμου τοῦ γράμματος κυριώτερος, ὁ ἐγγραφεὶς ταῖς καρδίαις τῶν ἀνθρώπων ὑπὸ τοῦ Θεοῦ τῶν μὴ Ἰουδαίων μόνον ἀλλὰ καὶ ἐθνῶν. Ὁ δὲ μὴ εἰδὼς ὅτι ἡ καύχησις ἐξεκλείσθη δι[ὰ] τοῦ τῆς πίστεως νόμου, ἐκ τῆς ἀγνοίας καυχήσεται μηδὲ ὑπὸ | Σολομῶντος εἰρημένῳ ἐπιστήσας τοῦτον ἔχοντι τὸν τρόπον· ‹Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ἢ τίς παρρησιάσεται λέγων καθαρ[ὸ]ς εἶναι ἀπὸ ἁμαρτιῶν;› *** ‖ [Rom. 3, 29—30] Ποῖος δὲ Θεὸς τῶν ἐν κρυπτῷ Ἰουδαίων Θεός ἐστιν, ἵνα συμπεριφερομένως αὐτ[ο]ῖς εἴπω, καὶ τῶν ἑτέρων παρὰ τούτους ἐθνῶν;

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
