# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 172

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 172. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/172

τὰ πάντα›. Δοκεῖ δή μοι οἰκειότερον εἶναι | τὸ «ἔκ τινος» τῷ «ἐξ οὗ» ἤπερ τὸ «διά τινος» τῷ «δι' οὗ», καὶ προσεχέστερον τὸ «ἔκ τινος» τῷ «ἐξ οὗ» ἤπερ τὸ «διά τινος» τῷ «δι' οὗ». Ἡ μὲν γὰρ πρώτως ἐξ ἀνδρός ἐστιν, οὐδέποτε δι' ἀνδρός· οὐ γὰρ ἐξ ἄλλου ποτὲ γυνὴ ἵνα γένηται δι' ἀνδρός, καὶ μάλιστα ἐπὰν ἀκούῃς τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν διὰ τὸ ‹Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς | σαρκός μου›. Ὁ δὲ ἀνὴρ οὐδέποτε ἐκ τῆς γυναικός· ἀλλὰ καὶ αὐτὸς πρώτως ἐξ ἀνδρὸς ὢν μετὰ ταῦτα γίνεται διὰ γυναικός· ἀλλὰ τοῦτο οὐκέτι ἁρμόζει ἐπὶ τοῦ Ἀδὰμ ἀλλ' ἐπὶ παντὸς ἀνδρὸς μετ' ἐκεῖνον *** πάλιν τε αὖ οὐκ <<ἂν>> εἶπεν ἡ γραφή· Πάντα διὰ τοῦ Θεοῦ ἐγένετο ἀλλὰ Πάντα διὰ τοῦ λόγου καὶ οὐχ ὑπὸ τοῦ λόγου οὐδ' ἐκ τοῦ λόγου *** Ἐπεὶ τοίνυν εὐγενέστερον περιτομὴ ἀκροβυστίας, δικαιοῦται περιτομὴ <ἐκ πίστεως> ὡσπερεὶ βέλτιον τῆς ἀκροβυστίας ὑπάρχον, τὸ δὲ ὑποδεέστερον ἡ ἀκροβυστία ὁδεύει διὰ τῆς πίστεως ἵνα δικαιωθῇ, οὐκ ἐλθοῦσα ἐκ πίστεως· πιστεύσας γάρ τις ἔρχεται εἰς τὴν περιτομήν, καὶ μάλιστα ἥν φησιν ὁ ἀπόστολος τὴν ἐν κρυπτῷ· ὥστε βέλτιον ἐκ πίστεως δικαιωθῆναι ἢ διὰ πίστεως, ὡς βέλτιον νοεῖται τὸ «ἐξ ἀνδρὸς» καθὸ ἐξ ἀνδρός <ἢ> τὸ «διὰ γυναικός» καθὸ διὰ γυναικός. Περὶ δὲ τοῦ Σωτῆρος οὐκ εἴρηται «διὰ γυναικὸς» ἀλλ' «ἐκ γυναικός», ὅτι ἐπὶ παντὸς μὲν ἀνθρώπου χώραν ἔχει τοῦτο, ἐπεὶ πρὸ τοῦ διὰ γυναικὸς

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
