# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 182

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 182. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/182

Ἰσμαὴλ ἢ ἀπό τινος τῶν ἐξ Ἠσαῦ γενομένων ἢ καὶ ἀπ[ὸ] τῶν Χεττούρας υἱῶν· οὐδεὶς γὰρ τῶν ἔξω τοῦ ἀπὸ τούτων γένους | [κ]αὶ τοῦ ἀπὸ Ἰακὼβ ὑγιῶς ἂν λέγοι κατὰ σάρκα ἑαυτοῦ πατέρα εἶναι τὸν Ἀβραάμ, εἰ καὶ πατέρα πολλῶν ἐθνῶν ἔθηκεν αὐτὸν ὁ Θεὸς καὶ εὐλογοῦνται ἐν αὐτῷ π[ᾶ]σαι αἱ φυλαὶ τῆς γῆς *** Μόνος γὰρ [.]ν ἐκεῖνος υἱὸς ἂν εἴη τ[ιν]ὸς κατὰ σάρκα ὃς γεγέννηται ἐκ σπέρματός τινος κατὰ σάρκα, ὥσπε[ρ] ἐπὶ τοῦ Σωτῆρος ἡμῶν εἴρηται κατὰ | τὴν ἀρχὴν τῆ[ς] ἐξεταζομένης ἐπιστολῆς τὸ ‹Τοῦ γενομένου ἐκ σπέρματος Δα[υὶδ κατὰ σάρκα›] *** ὅτε καὶ ἀποσκηνώσας Ἀβραὰμ [ἐλ]θὼν κατῴ[κησε παρὰ τὴ]ν δρῦν τὴν ἐν Μαμβρῇ, ἣ ἦν ἐν Χεβρών, καὶ ᾠκ[οδόμησεν ἐκ]εῖ θυσιαστήριον Κυρίῳ *** Ὑπερβολικῶς μὲν οὖν [......... κ]ἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθις|τάναι, ἀγάπην [δὲ μὴ ἔ]χω, οὐδὲν ὠφελοῦμαι, καὶ ὥσπερ ὑποθέσεως ἕνεκεν τοῦτο παρείλημπται. Οὐ γὰρ δυνατὸν ἔχειν τὴν τηλικαύτην πίστιν, λέγω δὲ τὴν πᾶσαν ὥστε ὄρη μεθιστάναι, καὶ μὴ ἔχειν ἀγάπην *** Χρὴ δὲ ἀκριβῶς εἰδέναι ὅτι τὸ ἔχειν πᾶσαν τὴν πίστιν ἀπὸ ἀγάπης ἔρχεται, περὶ ἧς γέγραπται· ‹Ἡ ἀγάπη πάντα | πιστεύει› *** Ἐπὶ τίνι ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ οὐ πάνυ σαφῶς διηγήσατο ἡ γραφή· ἔοικεν δὲ ὁ ἀπόστολος καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. Καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος· εἰ δ' ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ Θεῷ, οὐκ ἀκολουθεῖ ὅτι καθόλου ἐπίστευσεν *** ἔστιν διάφορα μέτρα τοῦ πιστεύειν Θεῷ· διὸ Ἀβραὰμ μὲν ἐπίστευσεν καὶ ἐλογίσθη αὐτῷ εἰς

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
