# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 192

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 192. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/192

κατάρας γενόμενος ὑπὲρ ἡμῶν κατ[ά]ρα, οὕτως ἠλευθέρωσεν ἡμᾶς πρὸς τὸ μὴ περιτέμνεσθαι ἀ[ν]αλαβὼν εἰς ἑαυτὸν τὴν περιτομήν, καὶ ὁ νόμος μὲν καὶ οἱ προφῆται ἕως Ἰωάννου *** Καὶ ἡμεῖς δ' ἂν πυθοίμεθα πῶς <ἐ>λογίσθη καὶ πότε, ἤδη πατρὶ γενομένῳ ἢ ἔτι ἀτέκνῳ τυγχάνοντι. Φανερὸν [δ]ὴ ὅτι ἔτι ἀτέκνῳ ὄντι· οὐ|δὲ γὰρ ὁ Ἰσμαὴλ ἤδη πω γεγέννητο, κα[ὶ] ὥσπερ ἐπεὶ οὐκ ἐν περ[ι]τομῇ ἦν ἀλλ' ἐν ἀκροβυστίᾳ διὰ τοῦτο ἔμελλ[εν] εἶν[α]ι [πατὴρ τ]ῶν ἐ[ν] ἀκ[ρο]β[υς]τίᾳ ἐκ πίστεως δικαιουμένων, οὕτως [καὶ] ἐπεὶ μ[........... ἔμε]λ̣‖λεν ἔσεσθαι πατὴρ τῶν δικαιουμένων ἐκ πίστεως, [ο]ὐκ ἐκ σπέρματος [αὐ]τ̣[οῦ] τυγχανόντων· οὐ γὰρ ἐκ σπέρματος Ἀβραὰμ οἱ ἐν ἀκροβυστίᾳ κα[ὶ ἐκ] πίστεως δικαιούμενοι *** Ὅτε οὖν ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθ[η αὐ]τῷ εἰς δικαιοσύνην, οὐδέπω ἦν Ἀβραὰμ ἀλλ' ἔτι ἦν Ἀβρὰμ καὶ Ἀβρὰμ [ἔτι] | ἀτ[έκν]ῳ τυγχάνοντι ἔτεκεν ἡ Ἀγὰρ υἱὸν οὗ ἐκάλεσεν τὸ ὄνομα ὁ πατὴρ [Ἰσμα]ή[λ, Ἀ]βραὰμ δὲ γενομένῳ ἔτεκεν ἡ Σάρρα υἱὸν εἰς τὸ γῆρας, εἰς τὸ[ν και]ρὸν καθὰ ἐλάλησεν αὐτῷ ὁ Κύριος· καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα [τοῦ υἱ]οῦ αὐτοῦ τοῦ γενομέν[ου] αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα υἱόν, Ἰ[σαάκ *** Σ]α̣φῶς δὲ ἡ γραφὴ λέγει· ‹Ἐπ[ίστευς]εν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθ[η αὐτῷ] | εἰς δικαιοσύνην› και .[.....] τῶν ἄλλων ἐκδό[ς]εων [...... ...] τα ἐν τῇ Γενέσει τὸ Ἀβ[....] α̣ ὠβελίσαμεν ἐπείπερ π[...... ..]...... καὶ ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ [εἰς δικαιοσύνην] *** Νομίζω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μὴ ἐπιστήσαντας τῇ ἀκριβείᾳ τῆς γραφῆς ἐκθέσθαι τὸ ἀπὸ τῆς Γενέσεως ῥητὸν οὐχ ὡς Παῦλος αὐτὸ ἔθηκεν ἐν τῇ ἀρχῇ· οὐκ ἂν γὰρ

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
