# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 206

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 206. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/206

φησὶ γὰρ ὁ Παῦλος μεθ' ἕτερα· ‹Ἄλλῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι›. Ὁ δ' αὐτός φησι καὶ ἀλλαχοῦ ὅτι ‹ἀπὸ Θεοῦ ὑμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν›. Οἶμαι δὲ ὅτι καὶ οἱ ἀπόστολοι ἐλλιπῆ πεισθέντες εἶναι τὴν ἐκ τοῦ ἐφ' ἡμῖν πίστιν καὶ ταύτην ὁμολογοῦντες ἤδη ἔχειν δεόμενοι δὲ τῆς κατὰ χάριν Θεοῦ φασιν τῷ Σωτῆρι· ‹Πρόσθες ἡμῖν πίστιν› *** εἰ καὶ ἐκ πίστεως οὖν οἱ κληρονόμοι καὶ ἡ ἐπαγγελία ἵνα κατὰ χάριν, οὐδ' αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος, καθ' ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται *** διὸ πάντα τὰ περὶ τὸν | σῳζόμενον τὴν κυρίαν ἔχει ἐν χάριτι ἥντινα τρόπον θησαυροῦ εὑρίσκεσθαι νομίζω ὑπὸ τῶν, ἵν' οὕτως ὀνομάσω, εὐτυχησάντων περιπεσεῖν αὐτῷ *** ἕτερον το<ῦ> εὑρεῖν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ καὶ τοῦ εὑρεῖν χάριν ἐνώπιον ἀνθρώπων τὸ λαβεῖν ἐνώπιόν τινος ἀπὸ Θεοῦ χάριν καθὸ λέγεται· ‹Καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ | καὶ κατέχεεν αὐτοῦ ἔλεος καὶ ἔδωκεν αὐτῷ χάριν ἐνώπιον τοῦ ἀρχιδεσμοφύλακος›. Οὐ γὰρ ταὐτὸν τῷ ‹Εὗρεν Ἰωσὴφ χάριν ἐνώπιον τοῦ Κυρίου αὐτοῦ› τὸ ‹Καὶ ἔδωκεν αὐτῷ Κύριος χάριν ἐνώπιον τοῦ ἀρχιδεσμοφύλακος›. Πλεῖον δ' ἔτι παρὰ τὰ περὶ τοῦ Ἰωσὴφ εὑρόντος χάριν ἐνώπιον τοῦ Κυρίου αὐτοῦ ἀναγέγραπται περὶ τῆς | Αἰσθήρ· φησὶν γὰρ περὶ αὐτῆς ἡ γραφὴ ὡς ‹Ἦν Αἰσθὴρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν›, καὶ μετ' ὀλίγα ‹Εὗρεν, φησίν, χάριν Αἰσθὴρ παρὰ πάσας τὰς παρθένους καὶ ἐπέθη‖[κεν τὸ] διάδημα τὸ γυναικεῖον ὁ βασιλεύς› *** Ἀναγκαῖον δὲ ἐξετάσαι φαίνεται πῶς ἀκολουθεῖ τῷ ἐκ πίστεως καὶ τῷ κατὰ χάριν τὸ βεβαίαν εἶναι τὴν ἐπαγγελίαν· ἆρα γὰρ εἰ ἦν ἐκ νόμου, οὐχ οἷόν τε ἦν βεβαίαν τυγχάνειν τὴν ἐπαγγελίαν; Πρόσχες οὖν μήποτε δευσοποιός τις βαφὴ γίνεται ἐκ πίστεως περὶ τὴν ψυχὴν καὶ μάλιστα τῆς λελογισμένης εἰς δικαιοσύνην, ὥστε δι' αὐτῆς τὴν χάριν καὶ τὴν ἐπαγγελίαν ἴσχειν διὰ τὸ ἀνέκπλυτον αὐτῆς ἢ

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
