# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 228

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 228. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/228

δόξης τοῦ Θεοῦ›. Ὅρα τοίνυν εἰ δυ|νάμεθα οὕτω λῦσαι τὸ ἐπαπορηθέν· ὁ αὐτός φησιν Παῦλος· ‹Εἴ τις ἔγνω, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι› καὶ ‹βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον› καὶ ‹Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν› *** [Rom. 5, 3—5] ‹Οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν εἰδότες ὅτι ἡ | θλῖψις ὑπομονὴν κατεργάζεται› τῶν γὰρ πολλῶν ἐνδιδόντων πρὸς τὰς θλίψεις καὶ λυπουμένων ἐπ' αὐταῖς ὡς δυσαρεστεῖσθαι, ἡμεῖς τοσοῦτον διὰ Ἰησοῦ Χριστοῦ ὑπὸ Θεοῦ ὠφελήθημεν ὥστε καυχᾶσθαι διὰ τὴν ἐκ Θεοῦ ἐν θλίψεσιν πολλὴν ὑπομονὴν ἐπὶ ταῖς θλίψεσιν ὡς ἐπὶ ὕλῃ ἀγαθῶν. Διὸ καὶ ἐπιστήμην τινὰ καινὴν ἀνειλήφαμεν· | γινώσκομεν γὰρ ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ὡς παρὰ πᾶσιν ἂν ὁμολογηθείη ὅτι ἡ ὑπομονὴ δοκίμιον ἐμποιεῖ τῷ ὑπομείναντι *** Διὰ τοῦτο δὲ καὶ ἡ θεία γραφὴ ἀπαγορεύει μὲν τὴν ἐπὶ ἀδιαφόροις καύχησιν, προτρέπει δὲ ἐπὶ τὸ νοεῖν διὰ τὸ καλὸν κατὰ τὸ εὔλογον γινομένην ἐν τῷ Ἱερεμίᾳ φάσκουσα· ‹| Τάδε λέγει Κύριος· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν με, ὅτι ἐγώ εἰμι κύριος ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος› *** ‖

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
