# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 230

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 230. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/230

παρα [..]. τινα τρόπον ἀπαγορεύει καυχᾶσθαι τὸν σοφὸν οὐχ ἁπλῶς [....]......τῇ ἑαυτοῦ [....]σοφοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες *** καὶ διὰ τοῦτό γε οὐ χρὴ καυχᾶσθαι τὸν [σο]φὸν ἐν τῇ σοφίᾳ ἑαυτοῦ, ἐπεὶ κἂν τέλειος ᾖ ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ | [τοῦ] Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν λογισθήσεται *** ἀδιάφορος μὲν [ἡ ἀν]θρωπίνη σοφία, τῷ δὲ καλῶς αὐτῇ χρωμένῳ καὶ εἰς δεὸν αὐ[τὴ]ν παραλαμβάνοντι χώραν παρέχει τῇ τοῦ Θεοῦ σοφίᾳ ἐπεὶ παντὶ [ἔ]χοντι [δο]θήσεται καὶ τάχα τοῦτο λέγεται ἐν τῷ Ἐκκλησιαστῇ [..]. ‹Σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας | [ἐν τ]ῇ πόλει›. Βοηθεῖ γὰρ ἡ τοῦ Θεοῦ σοφία τῷ ἔχοντι τὴν ἀνθρωπ[ίνην σο]φίαν καὶ ἑαυτὸν εὐτρεπίσαντι εἰς παραδοχὴν τῆς θε̣[ίας σοφίας· οὐ]κ̣ ἀδιάφορος ἡ σοφία τῶν τὰ ὑφαντὰ καὶ ῥαφιδευτὰ κ[αὶ ποικιλτι]κὰ ποιησάντων τῆς σκηνῆς τοῦ μαρτυρίου, οὓς ἐνέπλης[εν τὸ] πνεῦμα θεῖον συνέσεως καὶ ἐπιστήμης διανοεῖσθαι καὶ ἀρχιτ[εκτ]ο|νεῖν τὰ κατὰ τὴν σκηνήν *** Τὸ γὰρ κατεργαζόμενον ἀρετὴν [οὔ]τε μέσον οὔτε φαῦλον εἶναι δύναται· μήποτ' οὖν ἀναγκαίας ἀρετῆς ὑπομονῆς ἐστιν ἡ θλῖψις *** σπουδαῖ̣όν ἐστιν ἡ θλῖψις ὑπομονὴν μίαν τῶν ἀρετῶν κατεργαζομένη *** ἐπὶ μὲν τῶν δικαίων γέγραπται ‹Πολλαὶ αἱ θλίψεις τῶν δικαίων›, ἐπὶ δὲ τῶν ἐναντίων ‹Πολλαὶ | αἱ μάστιγες τῶν ἁμαρτωλῶν›, ὡς κατὰ ταῦτα μήτε τὸν δίκαιον μαστιγοῦσθαι, μήτε τὸν ἁμαρτωλὸν θλίβεσθαι *** ‹εἰσέλθατε διὰ τῆς στενῆς πύλης ὅτι πλατεῖα

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
