# Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 232

Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762), Page 232. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarii-in-romanos-iii-5-v-7-p-cair-88748-cod-vat-gr-762/232

ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσπορευόμενοι δι' αὐτῆς *** ‹ἠκαιρεῖσθε δέ· οὐχ ὅτι καθ' ὑστέρησιν | λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι› *** εἰ μὴ δοκιμώτατός ἐστιν οὐκ ἔλαττον τοῦ πενίαν γενναίως ὑπομένοντος ὁ τὸν πλοῦτον οἰκονομῶν κατὰ τὸν λόγον καὶ οὐχ ἧττον τοῦ ἐγκαρτεροῦντος ἐν πόνοις τοῖς ἐν νόσοις ὁ διὰ τὴν ὑγίειαν τῆς ψυχῆς μηδὲν παραδεχόμενος πάθος κατὰ τὸν | καιρὸν τοῦ ὑγιαίνειν τὸ σῶμα, ὅτε φιλεῖ ἐπιτίθεσθαι ἐκ τούτου ἐπιθυμεῖν κατὰ τοῦ πνεύματος *** ἥτις θλῖψις καύχημά ἐστιν τῶν ἁγίων, καὶ τοιαύτη γε ὥστ' ἂν μὴ ἔλαττον εἰπεῖν ἐπὶ τῇ διὰ τὰς θλίψε[ι]ς καυχήσει τὸ ‹Νὴ τὴν ἡμετέραν καύχησιν, ἀδελφοί› *** καὶ εἴπερ ἡ μὲν τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὁ | δὲ φόβος κόλασιν ἔχει καὶ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ ***

---

Origenes Theol., Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg038.local001/.
