# Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.1

Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11), Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarium-in-evangelium-matthaei-lib-10-11/11.1

Πόλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν (13, 47[ — 50]). Ὤσπερ ἐπὶ τῶν εἰκόνων καὶ τῶν ἀνδριάντων αἱ ὁμοιότητες οὐκ ἐξ ὅλων εἰσὶν ὁμοιότητες ἐκείνων πρὸς ἄ ταῦτα γίνεται, ἀλλ' ἡ μέν ἐν ἑνὶ ἐπιπέδῳ ξύλῳ (φέρε εἰπεῖν) κηρογραφουμένη είκὼν τῆς ἐπιφανείας μετὰ χρώματος ἔχει τὴν ὁμοιότητα, οὐκέτι δὲ σώζει τὰς εἰσοχὰς καὶ τὰς ἐζοχὰς ἀλλ' ἔμφασιν μόνην αὐτῶν, ἡ δὲ κατὰ τοὺς ἀνδριάντας πλάσις τὸ μὲν κατὰ τὰς εἰσοχὰς καὶ τὰς ἐξοχὰς πειρᾶται σώζειν ὁμοίωμα οὐκέτι οὐκέτι καὶ τὰ κατὰ τὴν χρόαν, ἐὰν δέ καὶ κήρινον ἐκμαγεῖον γένηται σώζειν μέν πειρᾶται ἀμφότερα λέγω δέ καὶ τὰ κατὰ τὴν χρόαν καὶrd τὰ κατὰ τὰς εἰσοχὰς καὶ ἐξοχὰς) οὐ μὴν καὶ τῶν ἐν βάθει εἰκών ἐστιν, οὕτω μοι νόει κοὶ ἐπὶ τῶν κατὰ τὸ εύαγγέλιον ὁμοιώσεων τὴν βασιλείαν τῶν οὐρανῶν ὁμοιουμένην τινὶ ὁμοιοῦθαι οὐ διὰ πάντα τᾶ προσόντα τῷ εἰς ὅ ἡ ὁμοίωσις, ἀλλὰ διά τινα ὧν χρᾐζει ὁ παραληφθεὶς λόγος. καὶ ἐνταῦθα τοίνυν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνη βληθείσῃ εἰς τὴν θάλασσαν, οὐχ ὡς οἴονταί τινες παριστάντες τῷ λόγῳ φύσεις εἰναι ὑποκειμένας διαφόρους τῶν ὑπὸ τὴν σαγήνην ἐληλυθότων πονηρῶν καὶ δικαίων, ὥστε νομίζειν εἶναι διὰ τὸ ἐκ παντὸς γένους συναγαγούσῃ δικαίων πολλὰς καὶ διαφόρους φύσεις, ὁμοίως δὲ καὶ πονηρῶν· τῇ γὰρ τοιαύτῃ ἐκδοχῇ ἐναντιοῦνται πᾶσαι αἱ τὸ αὐτεξούσιον ἐμφαίνουσαι γραφαὶ καὶ αἰτιώμεναι μὲν τοὺς ἀμαρτάνοντας αποδεχόμεναι δὲ τοὺς κατορθοῦντας, οὐκ ἄν δικαίως μέμψεως τοῖς ἀπὸ τῶν φαύλων γενῶν φύσει τοιούτων τυγχανόντων ἀκολουδούσης ἢ ἐπαίνου τοῖς ἀπὸ τῶν ἀστειοτέρων. ἰχθύων γὰρ γαύλων καὶ καλῶν ἡ αἰτία οὐ περὶ τὰς ψυχὰς τῶν ἰχυύων ἐστίν, ἀλλὰ περὶ ἐκεῖνο, ὅπερ ἐπιστάμενος ὁ λόγος εἶπεν· »ἐξαγαγέτω τὰ ὔδατα ἑρπετὰ ψυχῶν ζωσῶν«, ὅτε κοὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἄ ἐξήγαγε τὰ ὔδατα κατὰ γένη αὐτῶν«. αὐτῶν«. οὐκοῦν μὲν »πᾶσαν ψυχὴν ζώων ἐρπετῶν« »ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν«, οὐκ οὔσης τῆς αἰτίας περὶ αὐτήν. ἐνταῦθα δὲ ἡμεῖς ἐσμεν οἱ αἴτιοι τοῦ εἶναι καλὰ καὶ ἄξια τῶν λεγομένων ἀγγῶν γένη ἢ σαπρὰ καὶ ἄξια τοῦ ἔξω βληθῆναι · οὐ γὰρ φύσις ἐν ἡμῖν αἱτία τῆς πονηρίας, ἀλλὰ προαίρεσις ἑκούσιος οὖσα κοκοποιητική. οὕτως δὲ οὐδέ φύσις αἰτία δικαιοσύνης ὡς άνεπίδεκτος ἀδικίας, ἀλλὰ λόγος ὄν παρεδεξάμεθα ὁ κατασκευάζων δικαίους· καὶ γὰρ τὰ μέν τῶν ἐνύδρων γένη οὐκ ἔστιν ἐδεῖν μεταβάλλοντα ἀπὸ φαύλων ὡς ἐν ἰχθύσι γενῶν ἐπὶ τὰ ἀστεῖα, ἢ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, τοὺς δὲ ἐν ἀνθρώποις δικαίους ἢ πονηροὺς ἀεὶ ἔστι θεωρεῖν ἢ ἐπὶ τὴν ἀρετὴν ἐκ κακίας φθάνοντας ἢ ἀπὸ τῆς ἐπ' ἀρετὴν προκοπῆς ἀναλυομένους ἐπὶ τὴν τῆς κακίας χύσιν. Διὸ καὶ ἐν τῷ Ἰεζεκιὴλ περὶ μὲν τοῦ ἀπὸ ἀνομίας ἐπιστρέφοντος ἐπὶ τὴν τήρησιν τῶν Βείων ἐντολῶν τοιαῦτα γέγραπται· καὶ »καὶ ὁἄνομος ἐὰν ἀποστρέψῃ έκ ποσῶν άνομιῶν αὐτοῦ ὧν ἐποίησε« καὶ τὰ ἑξῆς ἕως τοῦ ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν«, περὶ δέ τοῦ ἀναλυομένου ἀπὸ τῆς ἐπ᾿ ἀρετὴν προκοπῆς ἐπὶ τὴν τῆς κακίας χύσιν τοιαῦτα· »ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ ἐν τοῖς ἁμαρτίαις αὐτοῦ οἷς ἤμαρτεν ἐν αὐταῖς ἀποθανεῖται«. ἢ λεγέτωσαν ἡμῖν οἱ ἐκ τῆς κατὰ τὴν σαγήνην παραβολῆς φύσεις είσάγοντες, »ὁ ἄνομος« ὕστερον ἀποστρέφων »ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε« καὶ φυλάσσων »πάσας τὰς ἐντολὰς« τοῦ κυρίου καὶ ποιῶν »δικαιοσύνην καὶ ἔλεον«, ποίας φύσεως ἦν ἄνομος ὤν; οὐ γὰρ δὴ τῆς ἐπαινετῆς. ἀλλ᾿ εἰ ἄρα ψεκτῆς καὶ φύσεως εὐλόγως ἄν λεχθ εί »ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν«; εἰ μέν γὰρ τῆς φαύλης διὰ τὰ πρότερα, πῶς μετέβαλλεν ἐπὶ τὰ βελτίονα; εἰ δὲ τῆς ἀστείας διὰ τὰ δεύτερα, πῶς ἀστείας φύσεως τυγχάνων ἄνομος ἦν; τὸ δ᾿ ὅμοιον ἐπαπορήσεις καὶ περὶ τοῦ ἀποστρέφοντος δικαίου »ἐκ τῆς δικαιοσύνης αὐτοῦ« καὶ ποιοῦντος »ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας«. πρὶν γὰρ ἀποστρέψαι ἀπὸ τῆς δικαιοσύνης ἐν δικαίοις ἔργοις τυγχάνων φαύλης φύσεως οὐκ ἦν · φαύλη γὰρ φύσις οὐκ ἄν ἐν δικαιοσύσνῃ γένοιτο, ἐπεὶ μὴ δύναται δένδρον πονηρὸν (ἡ κακία) καρποὺς ἀγαθους ποιεῖν (τοὺς ἀπὸ ἀρετῆς). πόλιν τε αὖ οὐκ ἄν ἀστείας καὶ ἀμεταβλήτου φύσεως ὢν ἀπὸ τοῦ καλοῦ ἀπέστρεφεν ἄν, μετὰ τό χρηματίσαι δίκαιος, »ἐκ τῆς δικαιοσύνης αὐτοῦ« ἐπὶ τὸ »ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας αὐτοῦ, ἃς ἐποίησε«.

---

Origenes, Commentarium In Evangelium Matthaei (Lib. 10-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg029.local001/.
