# Commentarium In Evangelium Matthaei (Lib. 10-11) 23.1

Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11), Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarium-in-evangelium-matthaei-lib-10-11/23.1

Οἰ μαθηταὶ δὲ ἐλθόντες τοῦ Ἰωάννου θάττουσιν αὐτοῦ τὸ λείψανον, καὶἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. ὁδὲ ἀνεχώρησεν εἰς ἔρημον τόπον, τὰ ἔθνη. καὶ μετὰ τὴν τῶν προφητῶν ἀνάρεσιν ὄχλοι αὐτῷ ἡκολούθησαν ἁπὸ τῶν πανταχοῦ πόλεων. ὅντινα πολὺν ὅντα θεασάμενος ἐσπλαγχνίαθη καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν, καὶ μετὰ τοῦτο τρέφει τοῖς εὐλογηθεῖσι καὶ πλεονάσαιν ἐξ ὀλίγων ἄρτων τοὺς ἀκολουθήσαντας αὐτῷ. ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ'ἰδίαν (14,12.13[-14]). Τὸ μὲν ῥητὸν διδάσκει ἡμᾶς ὅση δύναμις ἀπὸ τῶν διωκόντων καὶ τῆς προσδοκίας τοῦ διὰ τὸν λόγον ἐπιβουλεύεσθαι ἀναχωρεῖν. τοῦτο μὲνλ γὰρ κατὰ τὸ εὐλόγιστον γένοιτ'ἄν, τὸ δὲ δυνάμενονλ ἔξω εἶναι τῶν περιστατικῶν ὁμόσε χωρεῖν σὐυοῖς προπετές ἐστι καὶ θρασύ. τίς δὲ ἔτι ἀμφιβάλοι ἂν περὶ τοῦ ἐκκλίνειν τὰ τοιαῦτα, τοῦ Ἰησοῦ οὐ μόνον ἐπὶ τοῖς κατὰ τὸν Ἰάννην ἀναχωρήσαντος, ἀλλὰ καὶ διδάσκοντος καὶ λέγοντος. »ἐὰν διώκσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν«. ἐπελθόντα μὲν οὖν οὐ παρ' ἡμᾶς πειρασμὸν ἀναγκαῖον ὑπομένειν εὐγενῶς λίαν καὶ τεθαρρηκότως. παρὸν δὲ ἐκκλίνειν, τοῦτο μὴ ποιεῖν τολμηρόν. ἐπεὶ δὲ μετὰ τὸ ἡρτὸν καὶ κατὰ ἀναγωγὴν τὸν τόπον ἐξεταστέον, λεκτέον ὅτι ἐπιβουλευθείσης παρὰ Ἰουδαίοις τῆς προφητείας καὶ ἀναιρεθείσης, διὰ τὸ τιμᾶσθαι παρ'αὐτοῖς τὰ γενέσεως πράγματα καὶ κατὰ ἀποδοχὴν κενῶν κινήσεων (γεγενημένων, ὡς μὲν παρ'ἀληθείᾳ δικαζούσῃ, ἀρρύθμων καὶ ἐκμελπων, ὡς δ'ὑπολαμβάνει ὁ τῶν φαύλων ἄρχων καὶ οἱ συνεστιώμενοι αὐτῷ, εὐρύθμων καὶ ἀρεσκόντων ἐκείνξοις), ἀναχωρεῖ ὁ Ἰησοῦσ ἀπὸ τοῦ τόπου ἐν ᾦν προφητεία ἐπιβουλευθεῖσα κατεδικάσθη. ἀναχωρεῖ δὲ εἰς τὸν ἔρημον θεοῦ παρὰ τοῖς ἔθνεσι τόπον, ἵνα ὁ τοῦ θεοῦ λόγος, αἰρομένης τῆς βασιλείας ἀπ'΄ ἐκείνων καὶ διδομένης »ἔθενι ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, γἐνηται ἐν τοῖς ἔθνεσι, καὶ δἰ αὐτὸν »πολλὰ«γένηται »ἢ τῆς ἐχούσης τὸν ἄνδρα«, τὸν νόμον. Ὅτε μὲν οὖν πάλαι ὁ λόγος παρὰ Ἰουδαίοις ἦν, οὐχ οὕτως ἦν παρ' αὐτοῖς, ὡς παρὰ τοῖς ἔθνεσι. διὸ λέ/λεκται ἐν πλοίῳ, τουτέστι τῷ σώματι, εἰς τὸν ἔρημον τόπον κατ'ἰδίαν΄γεγονέναι, ἀκούσαντα περὶ τῆς ἀναιρέσεως τοῦ προφήτου. κατ'ἰδίαν δέ, γενόμενος εἰς τὴν ἔρημον, ἦν ἐν αὐτῇ, τῷ ἰδιάζοντα εἶναι τὸν λόγον καὶ τὴν διδασκαλίαν αὐτοῦ παρὰ τὰ εἰθισμένα ἐν τοῖς ἔθενσι γίνεσθαι καὶ νενομισμένα. και οἱ ἐν τοῖς ἔθνεσιν ὅχλοι ἀκούσαντεσ λόγον ἐπιδεδημηκέναι τῇ ἐρήμῳ αὐτῶνλ καὶ τοῦτον κατ' ἰδίαν τυγχάνειν (ὡς προαποδεδώκαμεν) ἠκολούθησαν αὐτῷ ἀπὸ τῶν ἰδίων πόλεων τῷ ἕκαστον καταλελοιπέναι τὰ πάτρια τῆς δεισιθαιμονίας ἔθη καὶ τῷ τοῦ Χριστοῦ προσεληλθέναι νόμω. πεξῆ δὲ αὐτῷ, καὶ οὑκ ἐν πλοίῳ ἠκολούθησαν ἅτε μὴ τῷ σώματι, ἀλλὰ γυγνῇ τῇ ψυχῇ καὶ τῇ ἀπὸ τοῦ λόγου πεισθείῃ προαιρ΄έσει ἠκολουθηκότες τῇ εἰκονι τοῦ θεοῦ. καὶ πρὸς τούτους γε ὁ Ἰησοῦς ἐξέρχεται μὴ χωροῦντας προσιέναι πρὸς ἀτόν ἵνα τοῖς ἔω εξω γενόμενος, ἔσω τοὺς ἔξω εἰσαγάγῃ. πολὺς δὲ ὁ ἔξω ὄχλος, εἰς ὃν ἐξέρχεται ὁ τοῦθεοῦ λόγος, καὶ ἐκχάς τὸ φῶς τῆς ἐπισκοπῆς αὐτοῦ εἰς αὐτὸν εἶδεν αὐτόν, καὶ ἰδὼν τοῦ ἐλεεῖσθαι μᾶλλον αὐτοὺς ἀξίους διὰ τὸ ἐν τοιοῖσδέ τισι εἶναι, ὡς φιλάνθρωπος πέπονθεν ὁ ἀπαθὴς τῷ σπλαγχνισθναι, καὶ οὐ μόνον ἐσπλαγχνίσθη ἀλλὰ καὶ τοὺς ἀρρώστους αὐτῶν ἐθεράπευσεν ἔχοντας πικίλα καὶ παντοδαπὰ δαπὰ ἀπὸ τῆς κακίας ἀρρωστήμαμτα.

---

Origenes, Commentarium In Evangelium Matthaei (Lib. 10-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg029.local001/.
