# Commentarium In Evangelium Matthaei (Lib. 10-11) 8

Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11), Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarium-in-evangelium-matthaei-lib-10-11/8

Ταῦτα δὲ συναγαγὼν ἐκ τῆς περὶ λίθων πραγματείας, φημὶ τὸν σωτῆρα ἐπιστάμενον διαφορὰν μαργαριτῶν, ὧν ἐν γένει εἰσὶ καὶ καλοὶ καὶ ἄλλοι φαῦλοι, εἰρηκέναι τὸ ὁμοία ἐστὶν ἡ βασιλέια τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας· εἰ γὰρ μὴ φαῦλοι ἦσάν τινες ἐν μαργαρίταις, οὐκ ἄν εἴρητο ζητοῦντι καλοὺς μαργαρίας. ἐν τοῖς παντοδαποῖς δὲ ἐπαγγελλομένοις ἀλήθειαν λόγοις κοὶ τοῖς φέρουσιν αὐτοὺς ζήτει τοὺς μαργαρίτας, καὶ ἔστωσαν (ἵν' οὕτως ονομάσω) οἱ τῆς οὐρανίου δρόσου συλλαμβάνοντες κόγχοι καὶ κύοντες ἐξ οὐρανοῦ λόγον ἀληθείας προφῆται οἱ καλοὶ μαργαρῖται, οὔς ὁ κατὰ τὴν προκειμένην λέξιν ζητεῖ ἔμπορος ἄνθρωπος. ὁ δέ ἀγελάρχης τῶν μαργαριτῶν, ᾦ εὑρισκομένῳ καὶ οἱ λοιποὶ συνευρίσκονται, ὁ πολυτίμητος μαργαρίτης, ὁ Χριστὸς τοῦ θεοῦ, ὁ ὑπὲρ τὰ τίμια γράμματα καὶ νοήματα τοῦ νόμου καὶ τῶν προφη- τῶν λόγος, οὖ εὑρεθέντος καὶ τἆλλα πάντα εὐμαρῶς παραλαμβάνονται. διαλέγεται δὲ ὁ σωτὴρ τοῖς μαθηταῖς πᾶσιν ὡς ἀνθρώποις ἐμπόροις, οὐ μόνον ζητοῦσι τοὺς καλοὺς μαργαρίτας ἀλλὰ καὶ εὑροῦσιν εὑροῦσιν καὶ κεκτημένοις, ἐν οἶς φησι· μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων«. δῆλον δέ, ὅτι τοῖς μαθηταῖς ταῦτα λέλεκται, ἐκ τοῦ προτετάχθαι τῶν λόγων τὸ »ἰδὼν δέ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος• καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ«· ἐν γὰρ τῷ εἱρμῷ τῶν λόγων ἐκείνων εἴρηται· »μὴ δῶτε τό ἄγιον τοῖς κυσί, μηδὲ βάλητε τοὺς ναργαρίτας ἔμπροσθεν τῶν χοίρων«. μήποτε οὖν ὁ μὴ ἔχων μαργαρίτας ἢ τὸν πολύτιμον μαργαρίτην οὐδέ μαθητής ἐστι τοῦ σωτῆρος κοὶ *** τοὺς μαργαρίτας τοὺς καλούς, οὐ τοὺς νεφώδεις οὐδὲ τοὺς ἀχλυώδεις, ὁποῖοί εἰσιν οἱ τῶν ἐτεροδόξων λόγοι, οὐ πρὸς ανατολὰς γεννώμενοι ἀλλὰ πρὸς δυσμὰς ἢ πρὸς βορρᾶν, εἰ χρὴ καὶ ταῦτα προσπαραλαμβάνειν δι' ἤν εὕρομεν διαφορὰν μαργαριτῶν ἐν διαφόροις γινομένων τόποις. τάχα δέ οἱ τεθολωμένοι λόγοι καὶ οἱ ἐν τοῖς ἔργοις τῆς σαρκὸς κατειλιγμέναι αἱρέσεις οἶ ἀχλυώδεις εἰσὶ καὶ οἱ ἐν τέλμασι γινόμενοι μαργαρῖται οὐ καλοί.

---

Origenes, Commentarium In Evangelium Matthaei (Lib. 10-11), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg029.local001/.
