Ancient Greek · ~7 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.1
Not analysed yet
Καὶ προσελθόντες Σαδδουκαῖοι καὶ Φαρισαῖοι, πειράζοντες ἐπηρώτων αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς (16,1 [—4]). Οἱ πρὸς ἀλλήλους διαφωνοῦντες περὶ τῶν ἀναγκαιοτάτων δογμάτων Σαδδουκαῖοι καὶ Φαρισαῖοι —πρεσβεύουσι γὰρ οἱ μὲν Φαρισαῖοι τὴν τῶν νεκρῶν ἀνάστασιν ἐλπίζοντες εἶναί τινα μέλλοντα αἰῶνα, οἱ δέ Σαδδουκαῖοι οὐδέν ἴσασι μετὰ τὸν βίον τοῦτον ἀνθρώπῳ ἀποκείμενον, ἤτοι ὡς ἐπ᾿ ἀρετὴν προκόψαντι ἢ μηδὲ τὴν ἀρχῆν ἐπιτηδεύσαντι ἐξελ- θεῖν τῶν τῆς κακίας ὅρων —οὗτοι, ἵνα πειράσωσι τὸν Ἰησοῦν, ὁμονοοῦσιν. ὅμοιον δέ <τι> τούτων γεγένηται, ὡς ὁ Λουκᾶς ἀνέγραψε, Ἡρώδην καὶ Πιλᾶτον γενομένους ἀλλήλοις φίλους, ἵνα τὸν Ἰησοῦν ἀποκτείνωσι· τάχα γὰρ ἡ μέν πρὸς ἀλλήλους αὐτῶν μάχη ἐποίησεν ἄν τὸν μὲν Ἡρώδην μὴ εἰς χάριν τοῦ λέγοντος λαοῦ »σταύρου σταύρου αὐτὸν« ἀξιοῦν αὐτὸν ἀναιρεθῆναι, τὸν δὲ Πιλᾶτον ῥοπήν τινα ἔχοντα τὴν ὑπὲρ τοῦ <ἀπολῦσαι τὸν Ἰησοῦν〉 μὴ ἄν αὐτὸν καταδεδικάσθαι, τῆς πρὸς Ἡρώδην ἔχθρας τῇ πρὸς τὸ ἀπολῦσαι τὸν Ἰησοῦν προ- ϋπαρχούσῃ ῥοπῇ. ἡ δέ νομιζομένη φιλία τὸν Ἡρώδην ἰσχυρότερον πρὸς τὴν κατὰ τοῦ Ἰησοῦ ἀξίωσιν πεποίηκε παρὰ Πιλᾶτον, βουλόμενον τάχα καὶ διὰ τὴν νεαρὰν φιλίαν κεχαρισμένον τι τῷ Ἡρώδη καὶ παντὶ τῷ Ἰουδαίων ἔθνει ποιῆσαι. Πολλάκις δὲ καὶ νῦν ὁρᾶν ἔστιν ἐν τῷ βίω̣ καὶ τοὺς διαφωνότατα δόγματα εἴτε ἐν τῇ Ἑλλήνων φιλοσοφίᾳ εἴτε καὶ ἐν ἄλλοις λόγοις ἔχοντας ὁμονοεῖν δοκοῦντας, ἵνα χλευάζωσι καὶ προσπολεμῶσι τῷ ἐν τοῖς μαθηταῖς Ἰησοῦ Χριστῷ. ἀπὸ τούτων δ’ οἶμαι) ἔστι διαβῆναι τῷ λόγῳ ἐΠὶ τὸ ἰδεῖν, ὅτι μήποτε καὶ τῶν ἀντικειμένων ἐνεργειῶν διαφωνίαν πρὸς ἀλλήλας ἐχουσῶν, ὡς Φαραὼ πρὸς Ναβουχοδονόσορ καὶ Θαραθὰ βασιλέως λἰθιόπων πρὸς Σεναχηρεὶμ βασιλέα Ἀσσυρίων, γίνεταί ποτε συμφωνία κατὰ τοῦ Ἰησοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, οὕτως τάχα καὶ »παρέστησαν οἱ βασιλεῖς τῆς γῆς κοὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό«, οὐδαμῶς πρότερον ἀλλήλοις ὁμονοοῦντες, ἵνα σκοπήσαντες »κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ« »τὸν κύριον τῆς δόξης« ἀποκτείνωσιν.