# Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.14.1

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), Book 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarium-in-evangelium-matthaei-lib-12-17/15.14.1

Εἰ δὲ τέλειιος οὗτος, ζητήσαι τις ἂν πῶς τοῦ νεανίσκοθ εἰπόντος ταῦτα πάντα μου· τί ἔτι ὑστερῶ; ἀπεκρίνατο ὁ σωτὴρ ὡς μή- <πω> τελείου ὄντος τοῦ ταῦτα πάντα πεποιηκότος, καὶ ὡς συγκαταιθέμενος τῷ ταῦτα πάντα ἐποίησα, τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕχεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. πρόσχες οὖν, εἰ δυνάμεθα πρὸς τὴν τρόπον οὕτως ἀπαντῆσαι, ὅτι μήποτε τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ὑπονοεῖσθαι δύναται ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος ἐνταῦθα παρειλῆφθαι, ἀλλ᾿ ὑπό τινος τὴν ἀκρίβειαν μὴ νοήσαντος τῶν λεγομένων προστεθεῖσθαι. συναγορεύσει δὲ τῇ ὑπονοήσει τοῦ προστεθεῖσθαι ἐνταῦθα τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἡ τῶν ὁμοίων παρὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ ἔκθεσις, ὧν οὐδέτερος προστέθεικε ταῖς κατὰ τὸν τόπον ὑπὸ τοῦ Ἰησοῦ παραληθείαις ἐντολαῖς τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. καὶ φήσει γε ὁ κρατύνων τὸ περὶ τοῦ προσερρίφθαι ἀκαίρως τὴν ἀγαπήσεις τὸν πλησίον σου ὠς ἑαυτὸν ἐντολὴν ὅτι, εἰ τὰ αὐτὰ διαφόροις λέξεσι παρὰ τοῖς τρισὶν ἀναγέγραπται, οὐκ ἂν τὸ »ἕν σοι ὑστερεῖ« ἢ «ἔτι ἕν σοι λείπει« εἰρήκει ὁ Ἰησοῦς τῷ ἐπαγγειλαμένῳ πεπληρωκέναι τὴν ἀγαπήεις τὸν πλησίον σου ὠς ἑαυτὸν ἐντολήν· μάλιστα εἰ κατὰ τὸν ἀπόστολον τὸ »οὐ φονεύσεις« καὶ τὰ <ἑξῆς »καὶ> εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν«. ἀλλ᾿ ἐπεὶ καὶ κατὰ τὸν Μᾶρκον »ἐμβλέιψας« τῷ πλουσίῳ τούτῳ (εἰπόντι· »πάντα ταῦτα ἐφύλαξα ἐκ νεότητός μου«) »ἠγάπησεν αὐτόν«, ἔοικεν συγκατεθεῖσθαι τῷ <ἐπαγγειλαμένῳx003E; πεπεοιηκέναι ἃ ἐπηγγείλατο πεπληρωκέναι. ἐνατενίσας γὰρ αὐτοῦ τῇ διανοίῳ, εἶδεν ἄνθρωπον εὐσυνειδήτως ἐπαγγειλάμενον πεπληρωκέναι τὰς προκειμένας ἐντολάς, οὐκ ἂν δὲ εἰρημένου πρὸς ταῖς ἑτέραις ἐντολαῖς καὶ τοῦ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν τὴν κεφαλαιωδεστέραν καὶ διαφέρουσαν παρέλιπον ἐντολὴν ὁ Μᾶρκος καὶ ὁ Λουκᾶς, ἐὰν μὴ ἄρα τις ὅμοια μὲν φήσῃ εἶναι τὰ γεγραμμένα, οὐ περὶ τοῦ αὐτοῦ δὲ λελέχθαι. πῶς δὲ κἂν ὡς οὐδέπω τελείῳ τῷ πρὸς ἑτέροις [ἐπαγγειλαμένῳ] καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν πεπληρωκότι ἔφη ὁ Ἰησοῦς τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ τὰ ἑξῆς; Καὶ εἰ μὲν μὴ καὶ περὶ ἄλλων πολλῶν διαφωνία ἦν πρὸς ἄλληλα τῶν ἀντιγράφων, ὥστε πάντα τὰ κατὰ Ματθαῖον μὴ συνᾀδειν ἀλλήλοις, ὁμοίως δὲ καὶ τὰ λοιπὰ εὐαγγέλια, κἂν ἀσεβής τις ἔδοξεν εἶναι ὁ ὑπονοῶν ἐνταῦθα προσερρίφθαι οὐκ εἰρημένην ὑπὸ τοῦ σωτῆρος πρὸς τὸν πλούσιον τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν. νυνὶ δὲ δῆλον ὅτι πολλὴ γέγονεν ἡ τῶν ἀντιγράφων διαφορά, εἴτε ἀπὸ ῥᾳθυμίας τινῶν γραφέων, εἴτε ἀπὸ τόλμης τινῶν μοχθηρᾶς <εἴτε ἀπὸ ἀμελούντων> τῆς διορθώσεως τῶν γραφομένων, εἴτε καὶ ἀπὸ τῶν τὰ ἑαυτοῖς δοκοῦντα ἐν τῇ διορθώσει <ἢ> προστιθέντων ἢ ἀφαιρούντων. τὴν μὲν οὖν ἐν τοῖς ἀντιγράφοις τῆς παλαιᾶς διδαθήκης διαφωνίαν θεοῦ διδόντος εὕρομεν ἰάσασθαι, κριτηρίῳ χρησάμενοι ταῖς λοιπαῖς ἐκδόσεσιν· τῶν γὰρ ἀμφιβαλλομένων παρὰ | τοῖς Ἑβδομήκοντα διὰ τὴν τῶν ἀντιγράφων διαφωνίαν τὴν κρίσιν ποιησάμενοι ἀπὸ τῶν λοιπῶν ἐκδόσεων τὸ συνᾷδον ἐκείναις ἐφυλάξαμεν, καὶ τινὰ μὲν ὠβελίσαμεν <ὡς> ἐν τῷ Ἑβραϊκῷ μὴ κείμενα (οὐ τολμήσαντες αὐτὰ πάντη περιελεῖν), τινὰ δὲ μετ' ἀστερίσκων προσεθήκαμεν, ἵνα δῆλον ᾖ ὅτι μὴ κείμενα παρὰ τοῖς Ἑβδομήκοντα ἐκ τῶν λοιπῶν ἐκδόσεων συμφώνως τῷ Ἑβραϊκῷ προσεθήκαμεν, καὶ ὁ μὲν βουλόμενος προ<σ>ῆται αὐτά, ᾦ δὲ προσκόπτει τὸ τοιοῦτον ὃ βούλεται (περὶ τῆς παραδοχῆς αὐτῶν ἢ μὴ) ποιήσῃ. ὁ τοίνυν θέλων μὴ παρερρῖφθαι ἐνταῦθα τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν, ἀλλ' ἀληθῶς ὑπὸ τοῦ κυρίου μετὰ τὰς προτέρας εἰρῆσθαι τότε, ἐρεῖ ὅτι ἠρέμα καὶ ἀμισῶς ἐλέγξαι βουλόμενος ὁ σωτὴρ ἡμῶν τὸν πλούσιον ἐκεῖνον ὠς οὐκ ἀληθεύοντα ἐν τῷ εἰρηκέναι καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν τετηρηκέναι, ἔφη αὐτῷ τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς· οὕτως γὰρ φανήσῃ ἀληθεύων περὶ τοῦ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν τετηρηκέναι.

---

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg030.local001/.
