# Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.15.1

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), Book 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarium-in-evangelium-matthaei-lib-12-17/15.15.1

Ἐὰν δέ τις τῇ ἀνθρωπίνῃ ἐνορῶν ἀσθενείᾳ καὶ τῷ δυσκόλως ἄν τινα τὸν τοιοῦτον ὑπὲρ τῆς ἐν θεῷ τελειότητος ποιῆσαι καταφρονῇ μὲν τῆς λέξεως τράπηται δὲ ἐπ' ἀλληγορίας, δυσωπηθήσεται ἔκ τινων καὶ Ἑλληνικῶν ἱστοριῶν, ἐν αἶς διὰ τὴν παρ' Ἕλλησι σοφίαν ἱστοροῦνταί τινες τὸ ἐνταῦθα τῷ πλουσίῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένον πεποιηκέναι. Κράτητα γὰρ τὸν Θηβαῖον ἑλόμενον δι' ἐλευθερίαν <τῆς ψυχῆς αὐτοῦ> καὶ παράδειγμα εὐτελοῦς βίου καὶ (ὡς ᾤετο) μακάριον ἑαυτὸν παραστῆσαι βουλόμενον τοῖς ιΕλλησι μηδενὸς <»τοῦ κόσμου τούτου«> χρᾐζοντα, φασὶν ἀποδόμενον πᾶσαν τὴν οὐσίαν τῷ Θηβαίων δήμῳ δεδωρῆσθαι, μετὰ τοῦ εἰρηκέναι ὅτι »σήμερον ὁ Κράτης Κράτητα ἐλευθεροῖ«. εἴπερ δὲ δι' Ἑλληνικὴν σοφίαν καὶ δόγματα ἐλευθεροῦντα τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ τοιοῦτόν τις πεποίηκε, πῶς οὐχὶ μᾶλλον δυνατὸν τὸ τοιοῦτον πρᾶξαί τινα μνώμενον <δέχεσθαι Χριστοῦ ἐν> ἑαυτῷ τὴν τελειότητα; εἰ δὲ καὶ ἀπὸ τῆς θείας γραφῆς πεισθῆναί τις βούλεται περὶ τοῦ πρᾶγμα δυνατὸν εἶναι τὸ τοιοῦτον, ἀκουςάτω τῶν ἰστορουμένων ὑπὸ τοῦ Λουκᾶ ἐν ταῖς τῶν ἀποστόλων Πράφεσι περὶ τῶν προτραπέντων ὑπὸ τῆς ἐν τοῖς ἀποστόλοις δυνάμεως πιστεύειν καὶ βιοῦν τελέιως κατὰ τὸν Ἰησοῦ λόγον. οὕτως δ´ ἔχειν τὰ ῥήματα· »πάντες δὲ οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινὰ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν«. καὶ μετ’ ὀλίγα πάλιν ἐν τῇ αὐτῇ γέγραπται βίβλῳ ὅτι »τοῦ πλήθους τῶν πιστευόντων ἦν καρδία καὶ ψυχὴ μία« καὶ τὰ ἑξῆς, ἕως του »ἤγαγε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς ἀποστόλους«. εἶτα ἐπιφέρεται τούτοις τὰ περὶ τοῦ Ἀνανίου καὶ τῆς Σπαφείρας, ἀποδομένων μὲν »κτῆμα« ἑαυτῶν, νοσφισαμένων δὲ »ἀπὸ τῆς τιμῆς« καὶ οὐχ ὅλον ἀλλὰ μέρος ἀποθεμέ- νων παρὰ τοῖς »τῶν ἀποστόλων« ποςί, καὶ διὰ τοῦτο ἐπὶ ἁμαρτίᾳ παθόντων τὰ ἀναγεγραμμένα. ἄξιοι γὰρ ἦσαν τοῦ ἐκ θείας ἐπισκοπῆς ἀπολαβεῖν ἐνταῦθα τὸ ἡμαρτημένον διὰ τὸν νοσφισμόν, ἵνα καθαρώτεροι ἀπαλλαγῶσιν ἀπὸ τοῦ βίου τούτου, καθρθέντες τῇ ἀπαντηςάσῃ αὐτοῖς παιδεύσει ἐν κοινῷ θανάτῳ, διὰ τὸ καὶ πεπιστευκέναι καὶ »μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων« τεθεικέναι. Δοκεῖ δέ μοι ὅτι »ἀκούων Ἀνανίας τοὺς λόγους τούτους« διὰ βασανιζόμενς τοσοῦτον ἐκολάσθη ὡς καὶ ἐκψῦξαι, καθικομένων τῶν λόγων Πέτρου τῆς ψυχῆς αὐτοῦ. καὶ οὐ Πέτρον γε νομιστέον ἐνταῦθα ἀνῃρηκέναι τὸν Ἀνανίαν, ἀλλ’ ἐκεῖνον μὴ ὑπομεμενηκέναι τὴν σφοδρότητα τοῦ εἰπόντος πρὸς αὐτὸν Πέτρου· »διὰ τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου;« καὶ τὰ ἑξῆς, ἕως τοῦ »καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας«. εἰκὸς δὲ πρὸς τὴν τοῦ Ἀνανίου ἀπόδοσιν, ἐν ᾗ περὶ τοῦ Πέτρου ἀπελογηςάμεθα, ἐνστήσεσθαί τινα διὰ τὴν Σάπφειραν, ἐπεὶ αὕτη »μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθε. καὶ ἀπεκρίθη πρὸς αὐτὴν ὁ Πέτρος λέγων· εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; εἰπούσης αὐτῆς· τοσούτου, ὁ Πέτρος πρὸς αὐτήν φησι· πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουςί σε«. »πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν«. ἀλλὰ λεχθείη ἂν ὅτι κἀκείνη, ἐπιπλησσομένη καὶ βαρηθεῖσα τὴν ψυχὴν (πῆ μὲν ὑπὸ τοῦ ἐπὶ τῇ ἁμαρτίᾳ ἐλέγχου, πῆ δὲ ἐπὶ τῇ τοῦ ἀνδρὸς συμφορᾷ καὶ δὲ ἐπὶ τῇ περὶ αὐτοῦ, πῆ δὲ ἐπὶ τῇ κατὰ τὸν θεὸν λύπῃ) ἐξέψυξε, προεωρακότος τοῦ Πέτρου τῷ πνεύματι τὸ ἀπαντηςόμενον αὐτῇ. ταῦτα δὲ ἡμῖν ὅλα εἴρηται βουλομένοις κατασκευάσαι τὸ δυνατὸν εἶναι, βουληθέντα τινὰ τέλειον γενέσθαι πεισθῆναι τῷ Ἰησοῦ λέγοντι· ὕπαγε πώληςόν σου τὰ ὑπά ρχοντα δ´ οἶμαι καὶ ἐχόντων τὰ χαρακτηρίζοντα τὸν ἐπίσκοπον πάντα ἔργον ἦν προτρέψασθαι τοὺς καὶ δυναμένους καὶ πειθομένους τῇ προτροπῇ καὶ διὰ τοῦ παρέχειν ἐκ τοῦ κοινοῦ αὐτοῖς τὰ ἐφόδια καὶ ἄλλους ἐπὶ τοῦτο παρακαλεῖν· ἐγένετο γὰρ ἂν εἰκών τις τοῦ κατὰ τοὺς ἀποστόλους] τῆς συμφωνίας τῶν πιστευόντων βίου.

---

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg030.local001/.
