# Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.18.1

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), Book 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarium-in-evangelium-matthaei-lib-12-17/15.18.1

Ἕτερος δὲ (οὐκ οἶδα μὲν εἰ ἀκμάζων τῇ πίστει <καὶ> φαντασίᾳ τοῦ διαβαίνειν ἐπὶ τὴν φρόνησιν, οὐκ οἶδα δὲ εἰ καὶ μέγεθός τε ζητήσας καὶ εὑρὼν εἰς τοὺς τόπους νοημάτων ἀξίων τοῦ θεοῦ) καταλιπὼν τὴν λέξιν ἐπὶ τροπολογίαν ἀναβήσεται καὶ ἐρεῖ ὑπάρχοντα ἑκάστῶ | εἶναι τὰ ἑπόμενα αὐτῷ μετὰ τὴν ἔξοδον, ὡς ἑπόμενα αὐτῷ μετὰ τὴν δικαίοις μὲν ἀγαθὴν ὕπαρξιν, φαύλοις δὲ τὴν ἐναντίαν. ἐνταῦθα οὖν φήσει τὸν πολλὰ ἔχοντα κτήματα πλούσιον σύμβολον εἶναι τοῦ πολλὰ κεκτημένου φαῦλα, ἐν οἷς εἶναι δύναται καὶ ἡ φιλοπλουτία καὶ ἡ φιλοδοξία καὶ ἄλλα γήϊν πράγματα πεπληρωκότα ὐτοῦ τὴν ψυχὴν ψεκτοῦ πλούτου. ἐπεὶ οὖν δύναταί ποτε ὁ οὕτως πλούσιος ἀπέχεσθαι μέν τινων φαύλων, ὡς μοιχείας καὶ φόνου καὶ κλοπῆς καὶ ψευδομαρτυρίας, καὶ καθήκοντα δὲ ἀποδιδόναι πρὸς γονεῖς μετά τινος τιμῆς, εἶναι δέ τις καὶ φιλάνθρωπος πρὸς τὸν πληςίον οὐ μὴν καὶ τέλειος, συμβολικῶς τῷ τοιούτῳ προστάσσει ὁ σωτὴρ ἀποδόσθαι τὰ μοχθηρὰ ὑπάρχοντα <πάντα> καὶ ὡσπερεὶ παραδοῦναι αὐτὰ ταῖς ἐνεργηκυίαις αὐτὰ δυνάμεσι πτωχευούσαις παντὸς καλοῦ καὶ διὰ τοῦτο μὴ ὑφισταμέναις τὴν ἀπειλήν, κατὰ τὸ γεγραμμένον· »πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν«. ἀλλ’ εὖ οἶδ’ ὅτι σφόδρα βίαιος εἶναι δόξει ἡ τοιαύτη ἀπόδοσις, λύουσα μὲν οὐκ ἀγεννῶς τὰ περὶ τελειότητος ἠπορημένα, οὐ πάνυ δὲ πείθουςά πως τὸ ἀποθέ<μενόν τινα νοεῖ>σθαι τὴν κακίαν καὶ τὴν ἀπὸ κακίας ἀποδόσθαι ὕπαρξιν καὶ δοῦναι πτωχοῖς. <Ἐρῶ δ’ὡς> ἐν τοιούτῳ προκατειλημμένος τόπῳ· ὁ ταύτῃ παριστάμενος τῇ δόξῃ φήσει πεπληρῶσθαι τὸν ἁμαρτωλὸν πνευμάτων κατὰ τὴν ἁναλογίαν τῶν ἁμαρτημάτων· οἷον εἰ πόρνος εἴη τοῦ λεγομένου ἐν τοῖς προφήταις πνεύματος πορνείας, εἰ δὲ θυμικὸς πνεύματος θυμοῦ, οὕτω δὲ καὶ εἰ κατάλαλος πνεύματος καταλαλιᾶς. ταῦτα οὖν τις ἐκτήσατο τὰ ὑπάρχοντα φαῦλος ὢν καὶ γενόμενος τῇ μετοχῇ τῶν χειρόνων πνευμάτων Τυφῶνος πολυπλοκώτερος. ὥσπερ δ’ ἐκτήσατο αὐτὰ ὠνηςάμενος κπροαιρέσει εἰκούσῃ τοῖς φαύλοις, οὕτως ἀποδοῖτο ἂν <αὐτὰ καὶ δοίη ἂν> οἷς θέλει ὁ λόγος οὗτος πτωχοῖς διὰ τοῦ πείθεσθαι τῷ Ἰησοῦ· ὡς γὰρ »ἡ εἰρήνη« τῶν ἀποστόλων πρὸς αὐτοὺς ἀνακάμπτει, ἐὰν μὴ »υἱὸς εἰρήνης« τύχοι εἶναι ὁ ἀκούων τὸ »εἰρήνη« ὑμῖν, οὕτως ἡ πορνεία καὶ πάντα τὰ ἁμαρτήματα [πάντα] ἀνακάμψαι ἂν πρὸς τοὺς αἰτίους τῶν ἁμαρτημάτων πτωχούς, καὶ ἔστι μὴ διστάσαι περὶ τοῦ <εὐθέως> τέλειον γίνεσθαι τὸν οὕτω πωλήσαντα πάντα τὰ ἀποδεδομένα ὑπάρχοντα καὶ δόντα πτωχοῖς. εἰ δὲ χρόνῳ πολλῷ ἀποδίδοται τὰ ὑπάρχοντα καὶ πολλοῦ δεῖται χρόνου πρὸς τὸ δοῦναι αὐτὰ οἶς εἴπομεν πτωχοῖς, οὐδὲν ἂν κωλύοιτο ὁ λόγος χρόνῳ διδοὺς (κατ᾿ ἀναλογίαν ὦν ἀποδέδοται τοῖς πτωχοῖς) τέλειον γίνεσθαι τὸν ταῦτα ποιοῦντα. σαφῶς δὲ ὁ ταῦτα πράξας ἕξει θησαυρὸν ἐν οὐρανῷ καὶ αὐτὸς γινόμενος ἐπουράνιος· »οἶος« μὲν γὰρ »ὁ χοϊκὸς (ὁ πονηρὸς δηλαδή), τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἶος ὁ ἐπουράνιος (τουτέστιν ὁ Χριστός), τοιοῦτοι καὶ οἱ ἐπουράνιοι«. ἐν τῷ οὖν αὐτοῦ μέρει οὐρανοῦ ἕξει θησαυρὸν ὁ βουληθεὶς τέλειος γενέσθαι καὶ πωλήσας πάντα τὰ ὑπάρχοντα καὶ δοὺς τοῖς πτωχοῖς. ἀλλὰ μὴ ὑπολάβῃς τὸν τηλικοῦτον δύνασθαι ἐν τοῖς κατὰ τὰ βιωτικὰ πλουσίοις εὑρεθῆναι. τίς γὰρ αὐτῶν ἀπέθετο τὴν φιλοπλουτίαν καὶ τὴν (ἵν᾿ οὕτως ὀνομάσω) φιλοκοσμίαν; τίς δὲ πάντη ἀπέθετο τὸ πνεῦμα τῆς κενοδοξίας, ἵνα χωρήσῃ ἐν τῷ ἑαυτοῦ οὐρανῷ θησαυρὸν δόξης θεοῦ καὶ πλούτου τοῦ ἐν παντὶ λόγῳ καὶ πάσῃ σοφίᾳ θεοῦ; τίς δὲ ἀπέθετο τὸ πνεῦμα τῆς ἐπιθυμίας καὶ τοῦ φόβου καὶ τῆς ἡδονῆς καὶ τῆς ὀργῆς; ἀγαπητὸν γὰρ ἐπὶ τῶν ἀποστόλων τὸ τοιοῦτον <καὶ τῶν ἐκείνοις ὁμοίων τὸν> φιλαλήθως ἐξετάχοντα τὰ πράγματα ἀποφήνασθαι. οὗτος δὲ καὶ δύναται ἀκο- λουθῆσαι τῷ Ἰησοῦ, ὁ (ὡς ἀποδεδώκαμεν) πάντα ἀποδόμενος καὶ ἔχων θησαυρὸν ἐν οὐρανῷ· οὐ γὰρ περιέλκεται ὑπό τινος μοχθηροῦ κτήματος, ἵνα μὴ ἀκολουθῇ τῷ Ἰησοῦ.

---

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg030.local001/.
