# Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.21.1

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), Book 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarium-in-evangelium-matthaei-lib-12-17/15.21.1

Ἑξῆς ἔστιν ἰδεῖν τὰ περὶ τοῦ τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; καὶ ταῦτα δὲ ὁ μέν τις τηρήσει κατὰ τὴν λέξιν, ὁ δέ τις ἀνασκευάσας τὸ τῆς λέξεως ὡς οὐ μεγαλοφυὲς τροπολογήσει. ὁ μὲν οὖν τῇ λέξει παριστάμενος τοιαῦτα ἐρεῖ· ὥσπερ ἐπὶ τῆς δόσεως οὐ τὸ διδόμενον, ἀλλὰ τὴν <τοῦ διδόντος> προαίρεσιν ἀποδεχόμενος ὁ θεὸς δικαιοῖ καὶ <μᾶλλον> ἀποδέχεται τὸν τὸ ἔλαττον προαιρέσει τελειοτέρᾳ δεδωκότα παρὰ τὸν τὸ πλεῖον ἐκ πλειόων καὶ διαθέσει ὑποδεεστέρᾳ (ὡς δῆλόν ἐστιν ἐκ τῶν ἀναγεγραμμένων περὶ τῆς <μεγάλης> δόσεως τῶν πλουσίων καὶ τῶν δύο πεπτῶν, ἅτινα ἡ χήρα εἰς λόγον πενήτων ἔβαλεν εἰς τὸγαζοφυλάκιον). οὕτως καὶ ἐπὶ τῶν διὰ τὴν πρὸς τὸ θεῖον ἀγάπην καταλιπόντων ἅ κέκτηνται, ἵνα ἀπερισπάστως ἀκολουθῶσι τῷ Χριστῷ τοῦ θεοῦ πάντα πράττοντες κατὰ τὸν λόγον αὐτοῦ, οὐ πάντως μᾶλλον ἀπόδεκτος ὁ τὰ πλείονα καταλιπὼν τοῦ τὰ ἐλάττονα, καὶ μάλιστα ὅτε τύχοι ὅλῃ ψυχῇ τις καταλιπὼν τὰ ἐλάττονα, παρὰ τὸν δοκοῦντα καταπεφρονηκέναι τῶν πλειόνων. εἰ καὶ μικρὰ οὖν καὶ εὐτελῆ ὁ Πέτρος καταλέλοιπεν ἅμα τῷ ἀδελφῷ αὐτοῦ Ἀνδρέᾳ, ἡνίκα ἀκούσαντες ἀμφότεροι τὸ »δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«, »εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολού- θησαν αὐτῷ«, ἀλλ' οὐ μικρὰ λελόγισται παρὰ τῷ θεῷ κατανοήσαντι ὅτι ἀπὸ ἕξεως αὐτὸ τοιαύτης πεποιήκασιν, ὡς εἰ καὶ ἐκέκτηντο πολλὰ κτήματα καὶ πλεῖστα ὑπάρχοντα, μὴ ἄν ὑπ' αὐτῶν κατασχεθῆναι μηδὲ ἐμποδισθῆναι τὴν ὁρμὴν βουλομένων ἀκολουθῆσαι τῷ Ἰησοῦ. καὶ θαρρῶν (οἶμαι) ἐπὶ τῇ προαιρέσειμᾶλλον ἤ τῷ ὕλῃ ὧν καταλέλοιπενὁ Πέτρος παρρησιασάμενος εἶπε τῷ Ἰησοῦ τὸ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;εἰκὸς δὲ νοεῖν μὴ δίκτυα μόνον αὐτὸν καταλελοιπέναι | ἀλλὰ καὶ οἶκον καὶ γυναῖκα, ἧς ἡ μήτηρ ἐπιστάντος τοῦ Ἰησοῦ ἀπήλλακται τοῦ πυρετοῦ· στοχάσαιτο δ' ἄν τις ὅτι δυνατὸν καὶ τέκνα αὐτὸν καταλελοιπέναι, οὐκ ἀδύνατον δὲ καὶ κτῆσίν τινα βραχεῖαν. Μέγα οὖν δηλοῦται περὶ τοῦ Πέτρου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ἐπείπερ ἀκούσαντες τὸ »δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων« μηδὲν ἀναβαλλόμενοι »εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ«, οὐ μιμησάμενοι τὸν εἰπόντα· »ἀλλὰ πρῶτον ἐπίτρεψόν μοι εἰς τὸν οἶκόν μου ἀπεελθεῖν καὶ ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου«, οὐδὲ παραττλήσιόν τι ποιήσαντες τῷ λέγοντι· »ἐπίτρεψόν μοι πρῶτον ἀπελθεὶν καὶ θάψαι τὸν πατέρα μου«. καὶ πρόσχες ἐπιμελῶς ὅτι ἀξιολ ἀξιολόγως πληγέντες ὐπὸ τῆς προστάξεως τοῦ’ Ἰησοῦ καὶ τῆς ἐπαγγελίας αὐτοῦ, καὶ πιστεύσαντες ὄτι ὀλίγην ἀλισυτικ]ν καταλιπ΄ντες τὴν ἰχθώων ἀνθρώπους ἔμελλον ἀγρεύειν πρὸς σωτηρίαν, καὶ οίονεὶ τρωθέντες ὐπότε τῆς εἰς τὸν Ἰησοῦν κὰι ἦς ἐπηγγεείλατο αὐτοῖς διακονίας φιλανθρώπου μέλλουσιν ἀνδδρώπους θηρεύειν, »εὐθέως ἀφέντες τὰ δίκτυα« καὶ ὠσπερεὶ ἐπιλαθόμενοι τῶν οἴκοι »ἠκολούθησαν αὐτῷ«, ὠς ἄξιον γεγονέανι <ἐπὶ ἐκείνῃ>ἐπ’ ἐκείηῃ τῇ ὁρμῇ τὸν Πέτρον σεμνύνασθαι καὶ εἰρηκέναι τὸ προειρημένον. ἄμα δὲ παρατηρητέον ὄτι τοῦτο εἴρηχεν ὁ Πέτρος κατανοήσας μὲν τὴν εἰρημένην ὐπὸ τοῦ Ἰησοῦ φωνήν. εἰ θέλεις τέλειος εἶναι ὔπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἔξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, θεασάμενος δὲ καὶ τὸν ἀκούσαντα νεανίσκον καὶ μετὰ λύπης ἀπεληλυθότα, ἐπείπερ πρροκεκρρίκει τὰ πολλὰ ἐπὶ τῆς γὴς κτήματα τοῦ τέλειος ἐν θεῷ γενέσθαι, νοήσας δὲ καὶ τὸ δύσκολον περὶ τοῦ εἰσελθεὶν ἐἰς τὴν τῶν οὐραῦνων βασιλείαν τοῦ πλουσίου, ὡσπερεὶ καὶ αὐτὸς οὐκ εὐχερὲς πρᾶγμα ποιῶν ἐν τῷ πάντα καταλελοιπέναι καὶ ἡκολουθηκέενοι τῷ σωτῆρι, εἶπε τὰ προκείμενα. διὰ καὶ παρρησισαμένῳ τῷ Πέτρῳ ἀποκρίνεται τὰ τῆς ἐπιφερομένης μεγάλης ἐπαγγελίας ὀ σωτὴρ πεερὶ τοῦ μέλλειν ἔνα τῶν κριτῶν τοῦ Ἰσραὺλ ἔσεσθαι τὸν πέτρον.

---

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg030.local001/.
