# Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.31.1

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), Book 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarium-in-evangelium-matthaei-lib-12-17/15.31.1

Φέρε οὖν ἡμεῖς, οἱ σφόδρα ἀπολειπόμενοι τοῦ κατὰ τὴν παραβολὴν βάθους τῶν πραγμάτων καὶ σφόδρα ὀλίγα εἰς αὐτὴν φανταζόμενοι, πῆ μέν μετ' εὐχῆς τινα ἐκ μέρους ἀποδῶμεν, τινὰ δὲ ἐπ' ὀλίγον καὶ τῶν φαινομένων δείξαντες οὕτω παρέλθωμεν μετὰ τὸ εἰπεῖν καθηκόντως εἰς τὴν παραβολὴν καὶ ἐπὶ τὰ ἐξῆς αὐτῆς. <καὶ> πρῶτον τοίνυν ἴδωμεν περὶ τῆς ἐν τῇ ζητουμένῃ παραβολῇ ἡμέρας. καὶ ὅρα εἰ δυνάμεθα τὸν ὅλον ἐνεστῶτα αἰῶνα ἡμέραν τινὰ εἰΠεῖν, μεγάλην μὲν ὡς Πρὸς ἡμᾶς, μικρὰν δέ τινα καὶ ἀλιγοχρόνιον ὡς πρὸς τὴν τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος ζωήν. ταχα γαρ και τινων τῶν μακαρίων δυνάμεων καὶ ἐπαναβεβηκυιῶν, συγκρίσει τῶν πολλῶν γένους τῶν ὐποκάτω τῆς ἀρχικῆς τριάδος. <τοῦτον γὰρ τὸν> ἔχει ὅλος ὁ ἐνεστὼς αἰὼν ὡς πρὸς τὴν ζωὴν αὐτῶν, ὅν λόγον ἔχει ἡ παρ’ ἀνθρώποις ἡμέρα πρὸς ὅλον τὸν δυνατὸν ἀνθρώπῳ ζῆν χρόνον. εἰ δὲ τοιοῦτόν τι μυστήριον ἐν Δευτερονομίῳ δηλοῦται κατὰ τὴν ᾠδὴν ἐν ᾗ γέγραπται · »μνήσθητε ἡμέρας αἰῶνος« ἢ μή ζητήσει ὁ δυνάμενος. εἶτα εἰ τοιαῦται αἱ ἡμέραι αἰῶνός εἰσιν, ἀκόλουθον ἂν εἴη τὴν παραπλήσιον ἐκδοχὴν ἐννοεῖν εἰς τὸ »ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα · νυκτὸς μετὰ τῆς καρδίας μου ἠδοδέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. κοὶ εἶπα· μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος;« καὶ τάχα ἵνα τολμηρότερον εἴπω) εἰς μὲν »τοὺς αἰῶνας« οὐκ »ἀπώσεται κύριος« πολὺ γὰρ καὶ εἰς ἕνα αἰῶνα ἀπώσασθαι κύριον), ἀπώσεται δὲ τάχα καὶ εἰς δεύτερον αἰῶνα, ὅτε οὐκ ἀφίεται ἡ τοιάδε ἁμαρτία »οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«. Τίς οὖν ἄρα ἱκανὸς τὰς ἔξ ἡμέρας καὶ τὴν τῆς ἀναπαύσεως ἐβδόμην ἐπὶ τοιαύτας ἀναγαγεῖν ἡμέρας καὶ μετὰ τὰ σάββατα τὰς νουμηνίας καὶ τὰς ἐν τῷ πρὡτῳ μηνὶ ἑορτὰς καὶ <τὸν ἐν> τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ πάσχα καὶ ταῖς ἐξῆς τῶν ἀξύμων; οὕτω δέ ἀνάλογον εἰς ἔβυσσόν τις ἐμπεσεῖται νοημάτων καὶ τὰς λοιπὰς ἐορτὰς ἐν τοιαύταις φανταζόμενος ἡμέροις καὶ ὅλον τὸν ἐβδομαδικὸν ἐνιαυτόν, ἐν ἐν ᾦ πτωχοῖς καὶ προσηλύτοις καὶ τοῖς θηρίοις τῆς γῆς χαρίζεται ὁ θεὸς τοὺς ἐκ προτέρας γεωργίας ἀνατέλλοντας καρποὺς ἐν καιρῷ μὴ γεωργουμένης τῆς <τῆς γῆς>. τις δἐ δύναται ἀναβῆναι ἐπὶ τὸν ἀριθμὸν τῶν τῆς ἀβύσσου ἐν τῇ πεντηκονταετηρίδι ἡμερῶν ἀβύσσου δέ λέγω διὰ τὸ βάθος τῶν δογμάτων), ἔνα τις ἀναβῇ καὶ ἵδῃ τὸν πεντηκοστὸν ἐνιαυτὸν καὶ τὰ ἐν αὐτῷ νενομοθετημένα πληρούμενα ; ἀλλὰ γὰρ ζητοῦντες τὴν μίαν τῆς ἐκκειμένης παραβολῆς ἠμέραν καὶ νομίσαντες αὐτὴν ὅλον τὸν ἐνεστῶτα αἰῶνα, ἐλάθομεν ἐμβάντες εἰς βάθη θεοῦ, δεόμενοι πνεύματος τοῦ »πάντα« ἐρευνῶντος, »καὶ τὰ βάθη τοῦ θεοῦ«. ἐγὼ δ’ οἶμαι ὅτι, ὥσπερ ἐπ ἐξόδῳ συντελείας τοῦ ἐνιαυτοῦ εἴρηταί τινα δεῖν γίνεσθαι, οὕτως οἱονεὶ) <καὶ> »ἐπὶ« πλειόνων »αἰώνων εἴτε ἐνιαυτόν τινα συμπληρούντων εἴτε ὅ τι δήποτε, »εἰς ἀθέτησιν ἁμαρτίας ἐφανερώθη« ὁ Ἰησοῦς ἡμῶν, ἵνα μετὰ τὴν ὡς <ἑνὸς> ἐνιαυτοῦ ἡμερῶν συντέλειαν τῶν αἰώνων πόλιν ἄλλη ἀρχὴ διαδέξηται, καὶ »ἀνδείξηται ὁ θεὸς έν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ« εἰς οὒς αὐτὸς οἶδε δεῖν ἐνδείξασθαι. κοὶ ταῦτα μέν διὰ τὴν ἐν τῇ <ἐκκειμένῃ> παραβολῇ λελέχθω ἡμέραν, ἅτινα δύνασαι κατασκευάσαι καὶ ἐκ τῆς Ἰωάννου ἐπιστολῆς φάσκοντος· παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι ἀντέχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν«. ἐσχάτη γὰρ ὥρα μετὰ τὴν έν - δεκάτην τῆς προκειμένης παραβολῆς, ἐπεὶ περὶ τὴν ἑνδεκάτην ὁ κατὰ τὴν παραβολὴν οἰκοδεσπότης ἄνθρωπος ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, κοὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;

---

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg030.local001/.
