# Commentarium In Evangelium Matthaei (Lib. 12-17) 28

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), <Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarium-in-evangelium-matthaei-lib-12-17/28

Κοὶ ἔργον ἐστὶ δεῖξαι, πῶς ὁ Ἰησοῦ μαθητὴς ζητήσας καρπὸν ἐν συκῇ κοὶ μὴ εὑρὼν λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα, ἳνα παραχρῆμα καὶ ἐπ᾿ αὐτῷ ξηρανθῇ ἡ συκῆ. καὶ εἰς εἰς δέ νόησόν τινα τὰ τῆς πίστεως ἐπαγγελλόμενον καὶ οἰόμενον ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ ἐσθίειν καὶ πίνειν κοὶ τὸν Ἰησοῦν ἐν ταῖς πλατείαις« τῆς ψυχῆς αὐτοῦ δεδιδαχέναι. εἶτα ἡκέτω μαθητὴς ζητῶν καρπὸν σοφίας καὶ λόγου ἐν αὐτῷ κατὰ τὴν περὶ τοῦ διδάσκειν τὰ θεῖα ἐπαγγελίαν, καὶ ζητῶν καὶ ἐρευνῶν τῷ λόγῳ αὐτὸν μηδένα καρπὸν εὑρισκέτω· καὶ διὰ τοῦτο αὐτὸν παριστὰς τοῖς θεωροῦσι κενὸν τοῦ Χριστοῦ, παριστάτω τῷ λόγῳ ὅτι οὐχ οἷόν τε τινὰ καρπὸν ἔτι γενέσθαι αὐτῷ εἰς τὸν αἰῶνα ὑπὸ τῆς οἰήσεως βεβλαμμένῳ. ὅρα οὖν εἰ μὴ ἐν τοιούτῳ ὁ ἔχων πίστιν καὶ μὴ διακριθεὶς τὸ τῆς συκῆς παραπλησίως πως τῷ Ἰησοῦ ποιεῖ. καὶ κρεῖττόνγέ ἐστι, τὴν ἀπατηλὴν συκῆν καὶ νομιζομένην μὲν ζῆν μὴ καρποφοροῦσαν δέ, ἐλεγχθεῖσαν ὅτι ἄκαρπός ἐστι, ξηρὰν τοῖς λόγοις τῶν μαθητῶν Ἰησοῦ φανῆναι, ἢ ἀπατᾶν ἔτι τῇ νομιζομένῃ ζωῇ καὶ τῇ προσποιήσει <τῆς ἐπαγγελίας> »τὰς τῶν ἀκάκων« καὶ εὐεξαπατήτων »καρδίας«. καλὸν οὖν ἐξάνη καὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ ἔργον τὸ κατὰ τὴν ξηραινομένην συκῆν. ἐν ἑκάστῳ δ’ οἶμαι) ἀπίστῳ καὶ ἀνόμῳ ὄρος ἐπίκειται κατὰ τὴν ἀναλογίαν τῆς ἀπιστίας καὶ τῆς ἀνομίας, τῷ λόγῳ τῶν μαθητῶν Ἰησοῦ αἰρόμενον καὶ βαλλόμενον εἰς τὴν θάλασσαν τῆς κολάσεως αὐτοῦ. καὶ πάντα δὲ ὅσα ἐὰν αἰτῶσιν ἐν τῇ προσευχῇ πιστεύοντες οἱ Ἰησοῦ μαθηταὶ λήψονται, ὡς μαθηταὶ οὐδὲν τῶν μὴ δεόντων αἰτήσοντες, καὶ ὡς πειθόμενοι τῷ διδασκάλῳ, μηδὲν ἂλλο αἰτοῦντες ἢ τὰ μεγάλα καὶ τὰ ἐπουράνια· εἶπε γὰρ ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· »αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ προστεθήσεται ὑμῖν· καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια προστεθήσεται ὑμῖν«.

---

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg030.local001/.
