# Commentarium In Evangelium Matthaei (Lib. 12-17) 35

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/commentarium-in-evangelium-matthaei-lib-12-17/35

Ζητήσαι δ’ ἂν τις εἰ <τὸ> πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς λεγόμενον τοῖς Σαδδουκαίοις, μὴ προσιεμένοις ἄλλην γραφὴν ἢ τὴν νομικήν, ἀναφορὰν ἔχει καὶ ἐπὶ ἑτέρας παρὰ τὸν Μωσέως νόμον γραφάς. ὁ μέν οὖν τις φήσει κατ’ αὐτὸ τοῦτο ἐγκαλεῖσθαι τοὺς Σαδδουκαίους ὅτι μὴ προσιέμενοι τὰς ἑξῆς τῷ νόμῳ γραφὰς πλανῶνται μὴ εἰδότες αὐτός. ἕτερος δέ ἐρεῖ· ἀρκεῖ πρὸς τὸ τὴν πλάνην ελέγχεσθαι τῶν Σαδδουκαίων τὸ μὴ εἰδέναι αὐτοὺς τὰς κατὰ Μωσέα γραφὰς τῷ μὴ ἐκλαμβάνειν τὸν ἐν ταύταις θεῖον νοῦν. δύο μέντοιγε πράγματά φησι μὴ εἰδέναι τοὺς Σαδδουκαίους, ἔν μέν τὰς γραφάς, ἕτερον δέ τὴν δύναμιν τοῦ θεοῦ, ἀφ᾿ ἧς δυνάμεως τὰ τῆς ἀναστάσεως γίνεται καὶ ἡ κοινὴ ἐν αὐτῇ ζωή. δύναται δέ τις <λέγειν> τὸ μηδὲ τὴν δύναμιν τοῦ θεοῦ εἰδέναι λέγεσθαι τοὺς Σαδδουκαίους ἀναρέρειν ἐφ’ ἑαυτὸν τόν σωτῆρα· ἐπείπερ Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφία, καὶ ἠγνόουν αὐτὸν οἱ Σαδδουκαῖοι, ὡς μὴ εἰδότες τὰς περὶ αὐτοῦ γραφὰς μηδὲ οἶα διακονήσεται τῇ ἐκ νεκρῶν ἀναστάσει τῶν σωθησομένων. ὁ δὲ μὴ ἀρεσκόμενος τῷ διὰ τῆς τροπολογίας λύεσθαι τὸ περὶ τοῦ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδέ τὴν δύναμιν τοῦ θεοῦ ἐπηπορημενον, δυεῖν θάτερον ποι<εῖν δε> ήσει, ἢ ἀπιστήσει τοῖς ἐκκειμένοις ῥητοῖς ὡς οὐ καλῶς ἀναγεγραμμένοις, τῷ μὴ ἂν τὸν σωτῆρα τὰ μὴ γεγραμμένα εἰρηκέναι ὡς γεγραμμένα, ἢ τολμήσει ἀπιστῆσαι ὡς οὐκ ἀληθεύσαντι τῷ Ἰησοῦ. καὶ τρίτος δ’ ἂν τις, ἐπὶ τοὺς ἀποκρύφους καταφεύγων λόγους, | ἔνθα δοκεῖ σαφέστερον τὰ περὶ τῆς μακαρίας γεγράφθαι ζωῆς, φήσει ἐπ᾿ ἐκείνους τὴν ἀναφορὰν εἶναι τῶν ἐνταῦθα γεγραμμένων ἐν τῷ πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς. καὶ ὅρα εἰ μὴ πάντοθεν ἀτόποις περιπεσεῖται διὰ τό φεύγειν τὴν προπολογίαν. εἴτε γὰρ τῇ γραφῇ ἀπιστεῖ, παρὰ τὸν ἐκκλησιαστικὸν ποιήσει λόγον· εἴτε τῷ Ἰησοῦ, ὡς κατὰ σάρκα Ἰουδαῖος τὸ τοιοῦτο ποιήσει · εἴτε ἐπὶ τοὺς ἀποκρύφους <λόγους> οὐκ ἐπὶ ὁμολογούμενον πρᾶγμα παρὰ τοῖς πεπιστευκόσιν ἐλεύσεται. διόπερ ἐμοὶ οὐκ ἄλλως φαίνεται δύνασθαι λύεσθαι τὸ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γα. μοῦσιν οὔτε γαμίσκονται ἢ διὰ τῆς ἀνάλογον κειμένης ἀλληγορίας παρὰ τῷ ἀποστόλῳ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ περὶ παιδίσκης καὶ ἐλευθέρας, ἀποδοθησομένης καὶ εἰς τὰς λοιπὰς γραφὰς ἔνθα περὶ ἀνδρὸς καὶ γυναικὸς λέλεκταί τι. καὶ ὥσΠερ πλανῶνται οἱ διὰ τό μὴ τροπολογεῖν τὰ προφητικὰ οἰόμενοι μέλλειν ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἐσθίειν καὶ πίνειν σωματικὰ βρώματα <καὶ πόματα>, ἐπεὶ <καὶ> αἱ λέξεις <προφητικῶν> γραφῶν τοιαῦτα οὕτως καὶ καῖ περὶ γάμων γεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν τηροῦντες ἐπὶ τοῦ ῥητοῦ καὶ οἰόμενοι συνουσίαις ἡμᾶς καὶ τότε χρήσεσθαι, δι᾿ ἃς οὐδὲ σχολάζειν ἐστὶ »τῇ προσευχῇ« δυνατὸν ἐν μολυσμῷ πως ὄντων καὶ ἀκαθαρσίᾳ τινὶ τῶν χρωμένων ἀφροδισίοις.

---

Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17), ed. Erich Klostermann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg030.local001/.
