Ancient Greek · ~18 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 36.1
Not analysed yet
Μετὰ ταῦτα ζητῶ πότερον τὸ πλανᾶσθε μὴ μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ ἐπὶ μόνον ἀναφέρεται τὸ ἐν γὰρ τῇ ἀνστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται ἢ καὶ ἐπὶ ἀλλ’ εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ. οὐ γὰρ εὑρίσκω, ποῦ τῆς γραφῆς λέγονται οἱ σωθησόμενοι εἶναι ὡς ἄγγελοι |ἐν τῷ οὐρανῷ· εἰ μὴ ἄρα τις καὶ τοῦτο φήσει δηλοῦσθαι ἐν τῷ »σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρος σου μετ εἰρήνης, τραφεὶς ἐν γήρᾳ καλῷ« καὶ <τῷ »προσετέθη πρὸς τὸν αὐτοῦ« τῷ »προσετέθη πρὸς τὸ γένος αὐτοῦ«. ἢ τῷ ἐν Δευτερονομίῳ λεγομένῳ περὶ ἀνθρώπου ὡς τεταγμένου ὑπὸ θεοῦ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς · ἑαυτῷ δὲ τὴν λέξιν τηρήσας εὑρήσεις. ἑξῆς τούτῳ ἔστιν ἰδεῖν τὸ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· ἐγώ εἰμι ὁ θεὸς Ἀβραάμ καὶ ὁ θεὸς Ἰσαὰκ Λ· αὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν ἀλλὰ ζώντων. καὶ εἰς τοῦτο δὲ φήσομεν ὅτι μυρία δυνάμενος περὶ τοῦ ὑπάρχειν τὴν μέλλουσαν ζωὴν τοῖς ἀνθρώποις παραθέσθαι ἀπὸ προφητῶν ὁ σωτήρ, τοῦτο ου πεποιηκεν, διὰ τὸ τοὺς Σαδδουκαίους μόνην προσίεσθαι τὴν Μωσέως γραφήν, ἀφ᾿ ἧς ἐβουλήθη αὐτοὺς συλλογισμῷ δυσωπῆσαι τοιοῦτό τι δηλοῦντι· ὁ θεὸς εἶπε Μωσεῖ· ἐγώ εἰμι θεὸς Ἀβραάμ καὶ θεὸς Ἰσαάκ καὶ θεὸς Ἰακώβ«, ἡνίκα ἐπὶ τῆς βότου ἐχρημάτισεν αὐτῷ. ἤτοι οὖν ὁ θεὸς θεὸς ὄντων ἐστὶν ἢ θεὸς οὐκ ὄντων. ἀλλ᾿ ἄτοπον λέγειν ὅτι ὁ θεὸς ὁ εἰπών· <»ἐγώ εἰμι> ὁ ὤν«, »τοῦτό μοί ἐστιν ὄνομα«, τῶν οὐδαμῶς ὄντων θεός ἐστιν. εἰ δέ τοῦτο ἄτοπον, ὄντων θεός ἐστι καὶ ζώντων καὶ ὑφεστηκότων καὶ αἰσθανομένων τῆς χά- χάριτος, ἧς αὐτοῖς ὁ θεὸς ἐδωρήσατο. θεὸν ἑαυτὸν ἀναγορεύων αὐτῶν καὶ λέγων· »τοῦτό μού ἐστι μνημόσυνον αἰώνιον«. ζῶσιν ἄρα αἰσθανόμενοι τοῦ θεοῦ καὶ τῆς χάριτος αὐτοῦ ὁ Ἀβραάμ καὶ ὁ Ἰσαάκ καὶ ὁ Ἰακὼβ <καὶ> καθ’ ἕκαστον αὐτῶν χρηματίζει θεός· οὐ γὰρ γέγραπται· »ἐγὼ θεὸς Ἀβραὰμ« καὶ Ἰσαάκ καὶ Ἰακώβ, ἀλλ᾿ »ἐγώφ εἰμι θεὸς Ἀβραάμ καὶ θεὸς Ἰσαάκ καὶ θεὸς Ἰακώβ«. καὶ οὕτως γε ἀνέγραψαν Ματθαῖος καὶ Μᾶρκος καὶ Λουκᾶς, ἵν᾿ οἶμαι) παραστήσωσι τοῖς προσέχουσι τῇ ἀναγνώσει ὅτι καθ’ ἕκαστον αὐτῶν ὁ θεὸς θεός ἐστι, τοῦτ’ ἐξαίρετον αὐτοῖς χαριζόμενος. οὐ γὰρ ἦσαν ὅμοιοι τοῖς Ἑβραίοις, ἶνα συλληπτικῶς ὥσπερ ἐκείνων οὕτω καὶ τούτων ὁ θεὸς λέγηται. επ εκεινων μὲν γὰρ γεγραπται· »ο θεὸς τῶν Ἐβραίων ἀπέστειλέ με«, ἐπὶ δέ τούτων κατὰ ἕνα, ἵνα παραστήσῃ ὁ λόγος ὅτι εἷς Ἀβραάμ ἰσότιμος ὅλῳ ἔθνει Ἑβραίων ἐστίν · οὐ γὰρ ἐπίσης ἐστὶν ὁ θεὸς θεὸς Ἀβραάμ καὶ θεὸς Ἑβραίων. τὸ δ’ ὅμοιον ἐρεῖς καὶ περὶ τοῦ θεὸν αὐτὸν εἶναι τοῦ Ἰσαάκ καὶ θεὸν τοῦ Ἰακὼβ ὡς θεὸν τῶν Ἑβραίων. τοιαύτης δὲ τιμῆς ἠξιῶσθαι νομίζω καὶ τὸν Ἠλίαν, διὸ ἀναγέγραπται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· »ὁ θεὸς Ἡλιοῦ«. Τοῦ μέν οὖν Ἀβραάμ θεὸς μόνον ἦν ὁ θεός, ὁμοίως δέ καὶ τοῦ Ἰσαάκ καὶ τοῦ Ἰακώβ. τοῦ δὲ κρείττονος αὐτῶν σωτῆρος ἡμῶν οὐ μόνον θεός ἐστιν ὁ θεός, ἀλλὰ καὶ πατήρ. διὸ καλῶς λέγεται παρὰ τῷ ἀποστόλῳ· »εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ«. οὗτος δὴ Ἰησοῦς Χριστός, οὗ »εὐλογητὸς ὁ θεὸς καὶ πατήρ«, ἐχαρίσατο τοῖς γνησίοις αὐτοῦ μαθηταῖς τὸ τὸν αὐτὸν εἶναι αὐτῶν οὐ μόνον θεὸν ἀλλὰ καὶ πατέρα. φησὶ γὰρ ἀναστὰς ἐκ νεκρῶν πρὸς τὴν Μαριάμ· »μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα προς τὸν πατερα μου · πορεύου δέ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπέ αὐτοῖς · ἀναβαίνω πρὸς τὸν πατερα μου καὶ πατερα υμων καὶ θεόν μου καὶ θεὸν ὑμῶν«. ἐγὼ δ’ οἶμαι ὅτι τότε καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαάκ καὶ τῷ Ἰακὼβ ἐχαρίσατο, ἵνα μηκέτι μόνον θεὸς ᾖ αὐτῶν ὁ θεὸς ἀλλ᾿ ἤδη καὶ πατήρ. ὁ δέ Λουκᾶς προσέθηκε τῷ »οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν ἀλλὰ ζώντων«, κειμένῳ καὶ παρὰ Ματθαίῶ καὶ Μάρκῳ, τὸ »πάντες γὰρ αὐτῷ ζῶσιν«. ὅπερ ἦν οὐχ ὁ τυχὼν ἔπαινος τῶν πατριαρχῶν, ἅτε τοῦ τηλικούτου σωτῆρος ἡμῶν μαρτυροῦντος αὐτοῖς οὐ μόνον ὅτι ζῶσιν, ἀλλὰ καὶ ὅτι ο ζῶσι θεῷ ζῶσι καὶ οὐκ ἄλλῳ τινί. τοῦτο δὲ τὸ »πάντες γὰρ αὐτῷ ζῶσι« καλὸν παντὶ τρόπῳ ἀσκεῖν ἡμᾶς καὶ ἀναλαβεῖν, ἵνα πάντες μηδενὶ ἄλλῳ ἢ τῷ θεῷ ζήσωμεν ἐν Χριστῷ. τὴν δὲ ἐν βραχυλογίᾳ ἀπόδειξιν ἐκ τῶν Μωσέως γραμμάτων, τοῖς μόνα ἐκεῖνα παραδεχομένοις ὡς θεῖα περὶ τοῦ ζῆν τοὺς πατριάρχας, ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο, τὴν διδαχὴν ἀποδεχόμενοι τοῦ σωτῆρος σοφωτάτην καὶ δυναμένην τοὺς δυσπίστως ἔχοντας ἐπιστρέφοι πρὸς αὐτόν.