# Contra Celsum 25-7

Origen, Contra Celsum, ΠΡΟΣ ΤΟΝ ΕΙΠΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΟΓΔΟΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/contra-celsum/25-7

Ἐπεὶ δέ φησιν ἐν τούτοις ὁ Κέλσος ὅτι καὶ οἱ δαίμονές εἰσι τοῦ θεοῦ, καὶ διὰ τοῦτο πιστευτέον ἐστὶν αὐτοῖς καὶ καλλιερητέον κατὰ νόμους καὶ προσευκτέον, ἵν᾿ εὐμενεῖς ὦσι, διδακτέον καὶ περὶ τούτου τοὺς βουλομένους ὅτι ὁ τοῦ θεοῦ λόγος οὐδὲν τῶν φαύλων ἀναγορεύειν βούλεται κτῆμα θεοῦ τυγχάνειν, ἀνάξιον αὐτὸ κρίνων τηλικούτου κυρίου. διόπερ οὐ πάντες μὲν ἄνθρωποι χρηματίζουσιν ἄνθρωποι θεοῦ, μόνοι δὲ οἱ ἄξιοι τοῦ θεοῦ· ὁποῖος ἦν Μωϋσῆς καὶ Ἠλίας, καὶ εἴ τις, ἄλλος ἀναγέγραπται „ἄνθρωπος θεοῦ“ ἢ παραπλήσιός ἐστι τοῖς ἀναγεγραμμένοις. οὕτως δὲ καὶ οὐ πάντες ἄγγελοι „ἄγγελοι“ λέγονται εἶναι „τοῦ θεοῦ“ ἀλλὰ μόνοι οἱ μακάριοι, οἱ δ᾿ ἐκτραπέντες ἐπὶ τὴν κακίαν ἄγγελοι τοῦ διαβόλου ὀνομάζονται, ὥσπερ οἱ φαῦλοι ἄνθρωποι ἄνθρωποι ἁμαρτίας ἢ υἱοὶ λοιμοὶ ἢ υἱοὶ ἀδικίας. ἐπεὶ οὖν καὶ ἄνθρωποι οἱ μέν εἰσι σπουδαῖοι οἱ δὲ φαῦλοι, διὸ καὶ οἱ μὲν „τοῦ θεοῦ“ οἱ δὲ τοῦ διαβόλου εἶναι λέγονται, ἀλλὰ καὶ „ἄγγελοι“ οἱ μὲν „τοῦ θεοῦ“ οἱ δὲ τοῦ πονηροῦ, δαίμονες δὲ οὐκέτι διχῶς, πάντες γὰρ ἀποδείκνυνται εἶναι φαῦλοι· διὰ τοῦτο φήσομεν ψευδῆ εἶναι τὸν Κέλσου· λόγον εἰπόντος τό· εἰ δ᾿ εἰσί τινες δαίμονες. δηλονότι καὶ οὗτοι τοῦ θεοῦ· ἢ δεικνύτω ὁ βουλόμενος μὴ λόγον ὑγιῆ εἶναι τὴν περὶ ἀνθρώπων καὶ ἀγγέλων διαίρεσιν, ἢ λόγον ἔχοντα παραπλήσιον δύνασθαι ἀποδείκνυσθαι καὶ ἐπὶ δαιμόνων. Εἰ δὲ τοῦτ᾿ ἀμήχανον, δῆλον ὅτι οὔτε τοῦ θεοῦ εἰσιν οἱ δαίμονες· οὐ γὰρ ἄρχων αὐτῶν ὁ θεὸς ἀλλ᾿, ὥς φασιν οἱ θεῖοι λόγοι, ὁ „Βεελζεβούλ“·

---

Origenes, Contra Celsum, ed. Paul Koetschau. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg001.local001/.
