# Contra Celsum 27-8

Origen, Contra Celsum, ΠΡΟΣ ΤΟΝ ΕΙΠΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΟΓΔΟΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/contra-celsum/27-8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/origen/contra-celsum/27-8
CTS URN: urn:cts:greekLit:tlg2042.tlg001:27-8

Οὐδὲ γὰρ. κἂν μὴ ὦσιν αὐτοῖς εὐμενεῖς οἱ δαίμονες, πάσχειν ἄν τι ὑπ᾿ αὐτῶν δύναιντο. φρουρούμενοι ὑπὸ τοῦ εὐμενοῦς αὐτοῖς διὰ τὴν εὐσέβειαν ἐπὶ πᾶσι θεοῦ καὶ τοὺς θείους αὐτοῦ ἀγγέλους ἐφιστάντος τοῖς ἀξίοις τοῦ φρουρεῖσθαι. ἵνα μηδὲν πάσχωσιν ἀπὸ τῶν δαιμόνων. ὁ δ᾿ ἔχων τὸν ἐπὶ πᾶσι θεὸν διὰ τὴν εἰς αὐτὸν εὐσέβειαν εὐμενῆ καὶ διὰ τὸ τὸν τῆς „μεγάλης βουλῆς“ ἄγγελον τοῦ θεοῦ παραδεδέχθαι κύριον Ἰησοῦν, ἀρκούμενος τῇ τοῦ θεοῦ διὰ Χριστοῦ Ἰησοῦ εὐμενείᾳ λέγοι ἂν θαῤῥῶν ὡς οὐδὲν πεισόμενος ἀπὸ παντὸς τοῦ τῶν δαιμόνων στρατοπέδου· „κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου. ἀπὸ τίνος δειλιάσω;“ ἐρεῖ δὲ καὶ τό· „ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου.“ τοσαῦτα καὶ εἰς τὸ εἰ δ᾿ εἰσί τινες δαίμονες. δηλονότι καὶ οὗτοι τοῦ θεοῦ εἰσι (ν. οἷς) καὶ πιστευτέον καὶ καλλιερητέον κατὰ νόμους καὶ προσευκτέον. ἵν᾿ εὐμενεῖς ὦσιν.

---

Origenes, Contra Celsum, ed. Paul Koetschau. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg001.local001/.
